Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
»ἐχόμενα τοῦ προτειχίσματος«, τουτέστιν πρὶν ἢ κλεισθῆναι τὴν πύλην, πρὶν ἢ εἴσω περιβόλων γενόμενος ὁ βασιλεὺς μηκέτι εἰσδέξηται, τουτέστιν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν τε καὶ θάνατον, ὅτε οὐκέτι »ἐχόμενα τοῦ προτεισχίσματος«, ἀλλὰ ἀπεκλείσθησαν αἱ πύλαι καὶ οὐκέτι ἔνι διορθώσασθαι.
10. Ἐν γὰρ τῷ μέλλοντι αἰῶνι, μετὰ τὴν τοῦ ἀνθρώπου ἐντεῦθεν ἀπαλλαγὴν οὐ νηστείας πορισμὸς οὐ μετανοίας κλήσις οὐκ | ἐλεημοσύνης ἐπίσοσις, ἀλλ’ οὕτε ἐγκλημάτων ἔργα οὐ όλεμος οὐ μοιχεία οὐκ ἀσέλγεια, ἀλλ᾿ οὔτε δικαιοσύνη καὶ μετάνοια.
ὡς γὰρ μετὰ θερισμὸν τοῦ στάχυος οὐκ ἔνι παχυνθῆναι τὸν κόκκον, οὐκ ἀνεμόξθορον γενέσθαι * οὐκ ἕνι εὐπάθειά τις ἑτέρα.