Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
προὔλαβεν δὲ καὶ ἡ τοῦ στεφάνου τοῦ ἀγῶνος καὶ βραβείου τού- [*](2 vgl. Matth. 5, 29 f. 18, 8 f – 12 Mark. 7, 21 f) [*](M U 25—S. 363, 1 Anast. Sin. quaest. 66; Migne 89, 585 C–688 D) [*](3 εἰσελθεῖν <U 3 f τὴν βασιλείαν τῶν οὐρανῶν U 4 χολὸν U 5 εἶναι <U | ἀκρωτηριασμένον U 7 οὐδὲ U 8 τὶ *] τὸ M U 9 τὸ 1 <U | μέλος <M 10 αὐτὸν M | οὐδὲ 1] οὐδὲν U | ἀναστήσεται *] καταλειφθήσεται M U 12 τὴν 2 <U |πάντῃ *] πάντα M U 14 ῥήξει] τηρήσει M 15 οὖν <U | παρὰ *] περὶ M U 16 ὅλων <U 17 ἔτι] ἔστι M 18 γὰρ] δὲ M 21 πρὸς δόξαν ὄντα <U | ὄντα *] οὖσα M 22 μέρος M 23 αὐτοῦ M | δεῖ U 25 οἱ] ὅσοι U Anast. Sin. | ἔντολμοι U 26 ἔτι <U 27 δύνανται εἶναι <Anast. Sin. 28 προὔλαβεν hier intransitive gebraucht)
ἐκεῖνοι γὰρ ἀναίτιοί εἰσι τῆς αὐτῶν εὐνουχίας, οὔτε μὴν ἁμαρτίαν ἔχοντες διὰ τὸ οὕτως γεγεννῆσθαι οὔτε πάλιν ἔπαινον. μὴ δυνάμενοι πράττειν <τὶ τῶν τοιούτων>, τῶν ἀφροδισίων φημί, ἐπειδὴ μὴ πέφυκεν αὐτοῖς τὰ παιδοποιὰ ὄργανα τὰ ἐκ θεοῦ κεκτισμένα.
ἀλλ’ οὔτε μισθὸν ἔχουσιν εὐνουχίας βασιλείαν οὐρανῶν, |διὰ τὸ ἀγῶνος μὴ μεμυῆσθαι.
εἰ δὲ καὶ ἐπιθυμιῶν μεμύηνται οἱ τοιοῦτοι, μὴ δυνάμενοι πράττειν ὃ μὴ δεῖ πράττειν καὶ μὴ πράττοντες μισθὸν οὐκ ἔχουσιν. οὐ γὰρ διὰ τὸ μὴ βούλεσθαι τὸ ἔργον παρ’ αὐτοῖς οὐ πέπρακται, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι.
καὶ αὕτη μὲν ἡ ἀγωγὴ τῆς πρώτης ὑπὸ κυρίου εἰρημένης εὐνουχίας, τῆς διὰ τῶν μητέρων γεννωμένης ἐν εὐνουχίᾳ, ἐξ ὧν οὐ δύνανται οὗτοι ὑπάρχειν διὰ τὸ χειρότευκτον.