Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
τίς δὲ ἀναρρήξει αὐτοῦ τὴν καρδίαν τὴν πάντῃ σκανδαλίζουσαν; »ἔσωθεν, γάρ φησιν, ἐκπορεύονται πορνεῖαι μοιχεῖαι ἀσέλγειαι καὶ τὰ τούτοις ὅμοια«. τίς οὖν ῥήξει τὴν ἑαυτοῦ καρδίαν;
εἰ δὲ οὐκ ἐγείρεται τὸ σῶμα κατὰ τὴν τινῶν ἄνοιαν καὶ ἀσέβειαν, πῶς οὖν ἄρα διοίσει ὁ παρὰ τούτων ὁριζόμενος λόγος; τῶν γὰρ ὅλων μελῶν ἁπάντων μὴ εἰσεχομένων εἰς βασιλείαν οὐρανῶν τίς ἔτι χρεία παρὰ ἓν μέλος γίνεσθαι, τῶν ἄλλων μὴ τοῦτο πληρούντων;
εἰ δὲ ἐγείρεται τὸ σῶμα (ἐγείρεται γάρ), πῶς ἐνδέχεται ἔτι ἐν βασιλείᾳ οὐρανῶν ἐν σώματι λώβησις γίνεσθαι; ἢ πῶς οὐκ ἔσται ἀπρεπὴς ἡ βασιλεία τῶν οὐρανῶν ἐπισινῆ σώματα ἔχουσα πρὸς δόξαν ὄντα τῶν ἐν αὐτῇ;
εἰ δὲ ὅλως καὶ τμηθείη τὸ μέλος τὸ σκανδαλίζον, ἄρα τέτμηται καὶ οὐχ ἥμαρτεν· τμηθὲν δὲ καὶ μὴ ἁμαρτῆσαν, αὐτὸ ἔδει πρῶτον πάντων ἀναστῆναι μὴ ἁμαρτῆσαν.
3. Οἱ δὲ εἰς τὸ πρόχειρον τοῦτο ἔργον εὔτολμοι ἀπὸ πάντων ἑαυτοὺς ἠθέτηςάν τε καὶ ἀπηλλοτρίωσαν. οὔτε γὰρ ἔτι ἄνδρες εἰσὶ διὰ τὸ ἀφῃρημένον οὔτε γυναῖκες δύνανται εἶναι διὰ τὸ παρὰ φύσιν.