Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ γὰρ νῦν ὁ μὴ ὤν ποτε σάρξ, ἀλλὰ πνεῦμα, σὰρξ γέγονεν ἐκ πνεύματος καὶ παρθόνου, ὁ προσενεχθεὶς πατρὶ τέλειος Λόγος, ὅς πρὸ τούτου ἐν οὐρανῷ οὐκ ἦν σάρξ.
τί οὖν ἦν ὁ ἐν οὐρανᾦ ἀλλὰ ὁ Λόγος ὁ ἀπ᾿ οὐρανοῦ ἀποσταλείς, ἔχων τὴν εἰς μίαν θεότητα ἕνωσιν κατὰ δύναμιν πατρὸς συνηνωμένην, ἵνα δείξῃ ὅτι ἐπὶ γῆς καὶ <ἐν> οὐρανῷ ὁ αὐτὸς θεὸς Λόγος ὑπῆρχεν, ἄτρεπτος ὤν καὶ ἀναλλοίωτος.
Λόγος γὰρ ἦν, θεὸς ἦν ἄεί, πνεῦμα ἦν, δύναμις ἦν, ὅς τὸ κοινὸν ὄνομα κα]παρὰ ἀνθρώποις χωρητὸν ἀνελάμβανεν εἰς ἑαυτόν, οὕτω καλούμενος υἱὸς ἀνθρώπου, υἱὸς ὤν θεοῦ·
καὶ ἐν προφήταις προωνομάζετο, ὅπερ οὔπω ἐν σαρκὶ ἦν, διὰ τὸ μέλλον ἐν αὐτῷ τελειοῦσθαι, ὡς καὶ Δανιὴλ ἔφη »εἶδον ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν«.