Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀντιλέγοντες γὰρ τοῖς τοῦ κυρίου μαθηταῖς κατ᾿ ἐκεῖνο καιροῦ ἀπὸ τῆς κατὰ τὸν Ἀβραὰμ καὶ Δαυὶδ γενεαλογίας τὴν αὐτῶν ἄνοιαν παριστᾶν ἐπειρῶντο, οὐ καλῶς μὲν οἰόμενοι, πλὴν ἐντεῦθεν τὴν πρόφασιν θηρώμενοι.

ἀντελέγοντο γὰρ πολλάκις ὑπὸ τοῦ ἁγίου Ἰωάννου καὶ τῶν ἀμφ᾿ αὐτόν, Λευκίου καὶ ἄλλων πολλῶν, παρατρίψασα δὲ [*](3 Mark. 1,1f — 9ff vgl. haer. 69, 23ff u. Origenes bei Eusebius h. e. VI 25,4; S. 576, 7ff Schwartz — 17 zu Μήρινθος vgl. haer. 28,8, 1; I 320, 12ff—Κλεόβιος vgl. Hegesipp bei Eusebius h. e. IV 22, 5; S. 370, 16 Schwartz Didaskalia VI 8; S. 318,2 Funk (S. 121 Flemming-Achelis) Const. apost. VI 8.1; S. 319,2 Funk 16, 2; S. 339, 16 apokr. Brier an die Korinther bei Harnack Sitz.-Ber. Berl. Akad. 1905 S.5.16 —Κλεόβουλος vgl. Ps. Ignatius ad Trall. 11 — 18 Κλαύδιος sonst nirgends genannt —Δημᾶς vgl. Kol. 4, 14 Philem. 24 II Tim. 4, 10—Ἑρμογένης II Tim. 1, 15 — CXXV Zahn u. C. Schmidt, Petrusakten S. 31 ff) [*](M U) [*](2f καὶ φησίν—εὐαγγελίου<Μ 4* ergänze etwa <ἆρα ψεύδεται Μάρκος; μὴ γένοιτο. ἀλλ᾿ οὐ χρεία ἦν περὶ τῶν ἤδη κεκηρυγμένων αὖθις λέγειν.>* 7 ἐναγκαίων U | αὐτὸν Pet.] αὐτοὺς ΜU 9 ἔσχε Μ | τὸν < U 11 <τε>* 12 τις *] τισὶ ΜU 13 ὄντοςv Μ 14 πεπλανημένης + <οὔσης>?* 14f τὰ vor εἰς παράστασιν *] vor ἀπὸ τοῦ εὐαγγελίοου ΜU 14 τῆς2<Μ 15 κακῆ U 16 νενοημένα Μ | αὐτὸν]τὸν U 17 * etwa <ἐπλάνησαν τοὺς περὶ>* 20 κυρίου] Χριστοῦ Μ 22 καλῶς] ἁγνῶς Μ 23 ἀντέλεγον U)

256
ἑαυτῆς τὸ μέτωπον ἡ ἀναισχυντία τὰ ἑαυτῆς κακὰ ἐπισπᾶσθαι ἐφιλοτιμήσατο.

εὐθὺς δὲ μετὰ τὸν Ματθαῖον ἀκόλουθος γενόμενος ὁ Μάρκος τῷ ἁγίῳ Πέτρῳ ἐν Ῥώμῃ ἐπιτρέπεται τὸ εὐαγγέιον ἐκθέσθαι καὶ γράψας ἀποστέλλεται ὑπὸ τοῦ ἁγίου Πέτρου εἰς τὴν τῶν Αἰγυπτών χώραν.

οὗτος δὲ εἷς ἐτύγχανεν ἐκ τῶν ἑβδομήκοντα δύο, τῶν διασκορπισθέντων ἐπὶ τῷ ῥήματι ᾧ εἶπεν ὁ κύριος »ἐὰν μή τις φήγῃ μου τὴν σάρκα καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔστι μου ἄξιος«, ὡς τοῖς τὰ εὐαγγέλις ἀναγνοῦσι σαφὴς <εἴη> ἡ παράστασις· ὅμως διὰ Πέτρου ἐπανακάμψας εὐαγγελίζεσθαι καταξιοῦται, πνεύματι ἁγίῳ ἐμπεφορημένος.