Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἄρχεται δὲ κηρύττειν ὅθεν τὸ πνεῦμα αὐτῷ παρεκελεύσατο, τὴν ἀρχὴν τάττων ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, μετὰ ἔτη τριάκοντα τῆς τοῦ Ματθαίου πραγματείας.
δευτέρου δὲ γενομένου εὐαγγελιστοῦ καὶ γὴ περὶ τῆς ἄνωθεν καταγωγῆς τοῦ θεοῦ Λόγου τηλαυγῶς σημήναντος, ἀλλὰ πάντῃ μὲν ἐμφαντικῶς, οὐ μὴν κατὰ ἀκριβολογίαν τοσαύτην, γέγονε τοῖς προειρημένοις ἠπατημένοις εἰς δεύτερον σκότωσις τῶν διανοημάτων τοῦ μὴ καταξιωθῆναι πρὸς φωτισμὸν τοῦ εὐαγγελίου·
λεγόντων αὐτῶν ὅτι ἰδοὺ καὶ δεύτερον εὐαγγέλιον περὶ Χριστοῦ σημαῖνον καὶ οὐδαμοῦ ἄνωθεν λέγον τὴν γέννησιν ἀλλά, φησίν, ἐν τῷ Ἰορδάνῃ κατῆλθεν τὸ πνεῦμα ἐπ᾿ αὐτὸν καὶ * φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ᾿ ὃν ηὐδόκησα.
7. Ἐπειδὴ δὲ ταὺτα οὕτως ἐν τοῖς τοιούτοις ἀνοήτοις ἐτελεῖτο, ἀναγκάζει τὸ ἅγιον πνεῦμα καὶ ἐπινύττει τὸν ἅγιον Λουκᾶν ὡς ἀπὸ βάθους κατωτάτου τὴν διάνοιαν τῶν ἠπατημένων ἀνενέγκι καὶ τὰ [*](3f vgl. Clemens Al. bei Eusebius h. e. VI 14, 6; S. 550, 19ff Schwartz Origenes ebda VI 25, 5; S. 576,11f Irenaeus adv. haer. III 1,1; II 4 Harvey Tertullian adv. Marc. IV 5 Eusebius h. e. II 15, 1ff; S. 140, 3ff dem. ev. III 5,89ff; S. 127,5ff Heikel — 5f vgl. Eusebius h. e. II 16, 1; S. 140, 20ff Schwartz — 6ff vgl. Panarion Christentum 4,4; I 232, 8 u. Adamantiuw de recta in deum fide I 5; S. 10, 14 van de Sande Bakhuyzen — 6f vgl. Joh. 6, 66 — 7 Joh. 6,53 — 12f vgl. Luk. 3,1.23 — 17f vgl. II Kor. 4,4 — 20 vgl. Mark. 1,10f) [*](M U) [*](1 μετώπιον U | τὰ < U | ἑαυτῆ U | κακὰ + <διδάγματα>?*| ἐπισπάσασθαι U 5 ἀποστέλλει U 6 τῶν2<Μ 7 σκορπισθέντων Μ 7f μου φάγῃ U 8 μου2<U 9 <εἴη>* 10 ἀνακάμψας U 14 τοῦ<U 17 σκότωσιν U 18 καὶ <U 19 λέγον *] λέγων U<M 21 * <ἐγένετο> * |μου<U 23 ἀνοήτως U)