Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
προφασίζονται γὰρ οὗτοι, αἰσχυνόμενοι ἀντιλέγειν τῷ ἁγίῳ Ἰωάννῃ διὰ τὸ εἰδέναι αὐτοὺς τὸν αὐτὸν ἐν ἀριθμῷ τῶν ἀποστόλων ὄντα καὶ ἠγαπημένον ὑπὸ τοῦ κυρίου, ᾧ ἀξίως τὰ μυστήρια ἀπεκάλυπτεν καὶ ἐπὸ τὸ στῆθος αὐτοῦ ἀνέπεσε, καὶ ἑτέρως αὐτὰ ἀνατρέπειν πειρῶνται. λέγουσι γὰρ μὴ εἶναι αὐτὰ Ἰωάννου ἀλλὰ Κηρίνθου καὶ οὐκ ἄξια αὐτά φασιν εἶναι ἐν ἐκκλησίᾳ.
4. Καὶ ἀπ᾿ αὐτῆς τῆς ἐπιβολῆς εὐθὺς ἐλέγχονται, »μήτε ἃ λέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται«. πῶς γὰρ ἔσται Κηρίνθου τὰ κατὰ Κηρίνθου λέγοντα;
Κήρινθος γὰρ πρόσφατον καὶ ψιλὸν τὸν Χριστὸν λέγει ἄνθρωπον, ὁ δὲ Ἰωάννης ἀεὶ ὄντα <αὐ>τὸν Λόγον κεκήρυχε καὶ ἄνωθεν ἥκοντα καὶ σαρκωθέντα. ἀπ᾿ αὐτῆς τοίνυν τῆς εἰσβολῆς ἐλήλεγκται ἡ τούτων μάταιος συκοφαντία μωρά τις οὖσα καὶ μὴ νοοῦσα πόθεν διελέγχεται.
δοκοῦσι γὰρ καὶ αὐτοὶ τὰ ἴσα ἡμῖν πιστεύειν, μὴ κατέχοντες δὲ τὰ ἀσφαλῇ τοῦ ἐκ θεοῦ οἰκονομηθέντος ἡμῖν διὰ τοῦ ἁγίου Ἰωάννου κηρύγματος εὑρεθήσονται διελεγχόμενοι ἐν οἷς ἀγνοοῦσι, πῶς κατὰ τῆς ἀληθείας ἐπαίρονται τὴν φωνήν.
καὶ ἐάν γε θελήσωσιν ἀνανῆψαί τε καὶ κατανοῆσαι, γνώσονται· ἡμεὶς γὰρ τὰς ἀπὸ τοῦ ἁγίου πνεύματος διδασκαλίας, ἀξιολόγως καὶ ἠσφαλισμένως ἐχούσας, οὐκ ἀποβάλλομεν.
φάσκουσι γὰρ καθ᾿ ἑαυτῶν, οὐ γὰρ εἴποιμι κατὰ τῆς ἀληθείας, ὅτι οὐ συμφω- [*](4 Ι Joh. 2, 18 — 10 vgl. Cajus bei Eusebius h. e. III 28, 2; S. 256, 26ff Schwartz u. VII 25, 1f; S. 690, 11f u. Hippolyt bei Dionysius bar Salibi in apoc. Corp. scr. christ. or. ser. II T. 101 S. 4, 4ff — 12 I Tim. 1, 7 — 14 vgl. haer. 28, 1, 2ff; I 313, 10ff — 24ff vgl. Cajus bei Hippolyt capp. adv. Cajum nach Dionysius bar Salibi in ev. Joh. (Rendel Harris, Hermas in Arcadia and other essays Cambride 1896 p. 48 u. Labriolle, les sources de i‘histoire du Montanisme p. LXXIII): der Häretiker Cajus tadelt Johannes, weil er nicht mit seinen Brüdern den Evangelisten übereinstimme, die sagen (lies: sofern er sagt), daß Christus von der Taufe weg nach Galiläa ging und das Wunder der Weinverwandlung in Kana verrichtete) [*](M U) [*](1 βιβλία] βεβαία Μ 3 οἱ < Μ 8 ᾧ] ὃς U 9 καὶ1 + <ὃς> ? * 11 εἶναι φασιν Μ 15 λέγει] ἔχει U | <αὐ>τὸν * 16 ἀπ᾿ αὐτῆς] ἀπ᾿ ἀρχῆς Μ 17 ματαιοσυκοφαντία U 19 πιστεύειν ἡμῖν Μ | ἐν < Μ 21 vor τῆς + τὴν U 22 τὴν < U | φωνήν *] γνῶσιν Μ U | τε < U 24 ἐχούσας *] οὔσας Μ U | ἀποβάλοιμεν U)
καὶ τί, φησίν, εἶπεν; ὅτι »ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος« καὶ ὅτι »ὁ Λόγος σάρξ ἐγένετο καὶ κατεσκήνωσεν ἐν ἡμῖν καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός,
πλήρης χάριτος καὶ ἀληθείας« καὶ εὐθύς »Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων ὅτι οὗτός ἐστιν ὃν εἶπον ὑμῖν« καὶ ὅτι »οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσομου«· καὶ καθεξῆς φησι »καὶ εἶπον αὐτῷ οἱ ἀκούσαντες, Ῥαββί, ποῦ μένεις;«.
ἅμα δὲ ἐν ταὐτῷ »τῆ αὔριον, φησίν, ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀκολούθει μοι«·
καὶ μετὰ τοῦτο ὀλίγῳ πρόσθεν φησίν »καὶ μετὰ τρεῖς ἡμέρας γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐκλήθν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ δεῖπνον τοῦ γάμου καὶ ὖν ἐκεῖ ἡ μήτηρ αὐτοῦ«.
οἱ δὲ ἄλλοι εὐαγγελισταὶ φάσκουσιν αὐτὸν ἐν τῇ ἐρήμῳ πεποιηκέναι τεσσαράκοντα ἡμέρας, πειραζόμενον ὑπὸ τοῦ διαβόλου, καὶ τότε ὑποστρέψαντα παραλαβεῖν τοὺς μαθητάς.
καὶ οὐκ οἴδασιν οἱ ἀπαρακολούθητοι ὅτι ἑκάστῳ εὐαγγελιστῇ μεμελέτηται συμφώνως μὲν τοῖς ἑτέροις λαλῆσαι τὰ ὑπ᾿ ἐκείνων εἰρημένα, ἅμ δὲ τὰ μὴ ὑπ᾿ ἐκείνων ῥηθέντα, παραλειφθέντα δὲ οὕτως ἀποκαλύψαι· οὐ γὰρ ἦν αὐτῶν τὸ θέλημα, ἀλλὰ ἐκ πνεύματος ἁγίου ἡ ἀκολουθία καὶ ἡ διδασκαλία.
εἰ γὰρ τούτου βούλονται ἐπιλαμβάνεσθαι, μαθέτωσαν ὅτι οἱ ἄλλοι τρεῖς οὐκ ἀπὸ τῆς αὐτῆς ἐνήρξαντο ἀκολουθίας. Ματθαῖος γὰρ πρῶτος ἄρχεται εὐαγγελίζεσθαι, τούτῳ γὰρ ἦν ἐπιτετραμμένον τὸ εὐαγγέλιον κηρῦξαι ἀπ᾿ ἀρχῆς, ὡς καὶ ἐν ἄλλῆ αἱρίεσει περὶ τούτου διὰ πλάτους εἰρήκαμεν· οὐδὲν δὲ ἡμᾶς λυπήσει καὶ αὖθις περὶ τῶν αὐτῶν διαλαβεῖν, εἰσ παράστασιν ἀληθείας καὶ ἔλεγχον τῶν πεπλανημένων.
[*](2ff. vgl. E. Schwartz, über den Tod der Söhne Zebedäi S. 31ff (Abh. Gött. Ges. da. W. 1904) — 3 Joh. 1, 1 — 4 Joh. 1, 14 — 6 Joh 1. 15. 30 — 7 Joh. 1, 29 — 9 Joh. 1, 39 — 10 Joh. 1, 43 — 12 Joh. 2, 1f — 15ff. vgl. Matth. 4 Mark. 1, 12ff Luk. 4, 1ff — 25 vgl. haer. 29, 9, 4; I 332, 8ff u. haer. 30, 3, 7; I 337, 9ff)[*](M U)[*](5 ἴδομεν Μ 6 vor Ἰωάννης + ὁ U 10 ἐπαύριον U 12 τοῦτο] τούτω U 14 τὸ δεῖπνον τοῦ γάμου] τὸν γάμου U 17 παραλαβεῖν *] καὶ παραλαβόντα M U 19 ἅμα δὲ *] ἄλλα δὲ Μ ἀλλὰ δὴ U | μὴ < U 21f ἡ διδασκαλία καὶ ἡ ἀκολουθία U 23 vor οἱ + <καὶ> ? * | ἀπὸ τῆς αὐτῆς . . . ἀκολουθίας *] ἀπ᾿ αὐτῆς . . . τῆς ἀκολουθίας M U 24 τούτῳ] τοῦτο Μ 24f ἐπιτεταγμένου U 27 διαλαμβάνειν U)5. Οὗτος τοίνυν ὁ Ματθαῖος καταξιοῦται <πρῶτος κηρῦξαι> τὸ εὐαγγέλιον, ὡς ἔφην, καὶ δικαιότατα ἦν, ἔδει γὰρ τὸν ἐπὸ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαντα καὶ ἀπὸ τοῦ τελωνείου ἀναστάντα καὶ ἀκολουθήσαντα τῷ ἐλθόντι ἐπὸ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων καὶ λέγοντι »οὐκ ἦλθον καλέσαι δικαίου, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν«, εἰς ὑπόδειγμα ἡμῆν τοῖς μέλλουσι σῴζεσθαι <ὁμοίως> τῷ ἐν τῷ τελωνείῳ ἀνάχθέντι καὶ ἀπὸ ἀδικίας ἀναστρέψαντι, <πρῶτον> παρασχέσθαι τὸ κήρυγμα τῆς σωτηρίας, ἵνα ἀπ᾿ αὐτοῦ μάθωσιν οἱ ἄνθρωποι τὴν τῆς παρουσίας φιλανθρωπίαν.
μετὰ γὰρ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐδωρήσατο αὐτῷ καὶ ἀνάστασιν νεκρῶν καὶ κάθαρσιν λέπρας καὶ ἰαμάτων δυνάμεις καὶ ἀπέλασιν δαιμονίων, ἵνα μὴ μόνον ἀπὸ τοῦ λόγου πείσῆ τοὺς ἀκούοντας, ἀλλὰ καὶ ἀπ᾿ αὐτοῦ τοῦ ἔργου <δύνηται> κηρῦξαι εὐαγγέλια, τοῖς ἀπολλυμένοις ὅτι σωθήσονται διὰ μετανοίας καὶ τοῖς πεπτωκόσιν ὅτι ἀναστήσονται καὶ τοῖς τεθνεῶσιν ὅτι ζωογονηθήσονται.