Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Σεκοῦνδος τοίνυν, τὶς ἐξ αὐτῶν ὤν καὶ περισσότερόν τι βουλό- μενος φρονῆσαι, τὰ μὲν πάντα κατὰ τὸν Οὐαλεντῖνον ἐξηγεῖται, περισσότερον δὲ ἦχον εἰς ἀκοὰς τῶν ἐμβεβροντῃμένων ἐξήχησεν.

οὐτος γὰρ κατὰ Οὐαλεντῖνον ὤν ὡς προεῖπον, ὑπὲρ δὲ Οὐαλεντῖνον φρονῶν, λέγει εἶναι τὴν πρώτην Ὀγδοάδα τετράδα δεξιὰν καὶ τετράδα ἀριστερόν, οὕτως παραδιδοὺς καλεῖσθαι τὴν μὲν μίαν φῶς, τὴν δὲ ἄλλην σκότος·

τὴν δὲ ἀποστᾶσάν τε καὶ ὑστερήσασαν δύναμιν μὴ εἶναι ἀπὸ τῶν τριάκοντα αἰώνων, ἀλλὰ μετὰ τοὺς τριάκοντα αἰῶνας, ὡς εἶναι ἀπὸ τῶν > μετὰ τὴν Ὀδοάδα τὴν ἄλλην κατωτέρω γενόμένων.

τὰ δὲ πάντα περὶ Χριστοῦ καὶ τῶν ἄλλων δογμάτων ὡσαύτως τῷ ἰδίῳ χορηγῷ τοῦ ἰοῦ καὶ δοτῆρι τοῦ δηλητηρίου Οὐαλεντίνῳ δογματίζει.

μὴ πολλῶν δὲ ὄντων τῶν ὑπὸ τούτου διαφόρως ξενολεκτουμένων ἐρκεσθῆναι μὲν ἡγησάμην δεῖν τοῖς προειρημένοις, ἔχουσι καὶ ἀφ᾿ ἑαυτῶν τὴν ἀνατροπήν· ὅμως δ᾿ οὖν καὶ περὶ αὐτοῦ ὀλίγα λέξω, ἴνα μὴ δι᾿ ἀπορίαν παρεληλυθέναι τὰ κατ᾿ αὐτὸν δόξω.

εἰ γὰρ τετράδες δεξιαὶ καὶ εὐώνυμοι παρ᾿ αὐτοῖς τάσσονται, εὑρε- θήσεταί τι ζητούμενον μέσον τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ.

πᾶν γὰρ ὁτιοῦν δεξιὰς ἔχον καὶ εὐωνύμους τάξεις μέσον ἕστηκε τῶν εὐω- νύμων αὐτοῦ καὶ δεξιῶν καὶ οὐδαμοῦ δυνήσεται εἶναι δεξιὰ ἢ ἀρι- στερά, εἰ μή τι ἂν ἐκ μεσολαβοῦντος σώματος ἑκατέρου μέρους ἡ διάκρισις γένοιτο.