Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
εἰς πολλοὺς γὰρ οὺτος τὴν ὰαθτοῦ ὀνειροπολίαν ἐπισπείρας, Γνωστικὸν ἑαυτὸν καλέσας, πολλοὺς ὡς εἰπεῖν σκορπίους εἰς μίαν ἅλυσιν συνέδησεν, ὡς ἡ Παλαιὰ καὶ ἐναργὴς παραβολὴ ὑπάρχει. ὅτι ἅλυσίν τινα οἱ σκορπίοι ἀπὸ ἑνὸς εἰς τὸν ἕτερον δεσμοῦντες ἔως δέκα ἢ καὶ πλείους ἀπὸ στέγης ἢ δώματος ἑαυτοὺς χαλῶσι καὶ οὕτως μετὰ δόλου τὴν λύμην τοῖς ἀνθρώποις ἐργάζονται.
οὕτως καὶ οὑτος καὶ οἱ ἀπ᾿ αὐτοῦ καλούμενοι Γνωστικοὶ τῆς πλάνης ἀρχηγέται γεγόνασι καὶ παρ αὐτοῦ τὰς προφάσεις εἰληφότες ἕκαστος ὑφ’ ἑτέρου μαθητευθεὶς μετὰ τὸν διδάσκαλον προσθήκην τῆς πλάνης εἰργάσατο καὶ ἑτέραν αἵρεσιν εἰσηγήσατο, ἐχομένην τῆς προτέρας.
καὶ οὕτω κατὰ διαδοχὴν εἰς διαφόρους αἱρέσεις αὐτοὶ οἱ κληθέντες Γνωστικοὶ ἐμερίσθησαν· παρὰ Οὐαλεντίνου μέντοι ὡς ἕφην καὶ τῶν πρὸ αὐτοῦ τὰς προφάσεις εἰληφότες.
Παρελθόντες δὲ τὴν τοῦ Οὐαλεντίνου αἵρεσιν καὶ πολλὰ μοχ- θήσαντες ἐν τῇ ἀκανθώδει αὐτοῦ σπορᾷ, διὰ πολλοῦ ὡς εἰπεῖν * καμάτου καὶ γεωργικῆς κακοπαθείας, ἐπὶ τὰ λείψανα τῆς ἀκανθώδους αὐτοῦ σπορᾶς καὶ ἑρπετώδους αὐτοῦ θηριομορφίας ἐλευσόμεθα,
τὸ [*](V M 3 τὰς] τὰ M 6 τε < V 7 καινοφωνιῶν aus κενοφωνιῶν Vcorr | δεσμῶν] δογμάτων V, aber vgl. Ζ. 9ff 9 εἰς zu ὡς verändert Vcorr 13 λύμην, υ auf Rasur Vcorr 15 ὑπειληφότες V | ἕκαστος] ἔτερος V 17 ἐχομένης, ς statt ν Vcorr | κατὰ + τὴν V 20 τοῦ angeflickt Vcorr 21 παρίσθωσαν Y παοείτωσαν M 22 Unterschrift κατὰ Οὐαλεντίνων VM 25 | Überschrift κατὰ Σεκουνδιανῶν . . . . . ιβ ἡ καὶ λβ VM 26 ἀκανθώθει aus ἀκανθώδη Vcorr ἀκανθώδη Μ | vor διὰ + καὶ M | * etwa <διαβεβηκότες> * 28 παρελευσόμεθα)
ἄρξομαι δὲ περὶ τούτων λέγειν κατὰ διαδοχήν τίς τίνος διάδοχος γεγένηται τῶν ἐξ αὐτοῦ ὁρμωμένων καὶ ἑτέραν παρὰ τὴν ἐκείνου σπορὰν διδασκοντων.