Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
μετὰ τοῦτο ἡ Ἀλήθεια μητρικὴν προενεγκαμένη παρουνικίαν ἐθήλυνε τὸν Πατέρα ἑαυτῆς εἰς ἑαυτὴν καὶ συνῄεσαν ἐαυτοῖς ἀφθάρτῳ μίξει καί ἀγηράτῳ συγκράσει καὶ ἀναδεικνύ<ου>σι τετράδα ἀρρενόθηλυν, ἀντίτυπον τῆς προούσης τετράδος ἥτις ἦν Βυθὸς Σιγὴ Πατὴρ Ἀλήθεια). αὕτη δὲ ἡ ἐκ τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας τετράς· Ἀνθρωπος Ἐκκλησία Λόγος Ζωή.
τότε τότε πάντα περιέχοντος Βυθοῦ θελήματι ὁ Ἀνθρωπος καὶ ἠ Ἐκκλησία πατρικῶν μνησθέντες λόγων συνῄεσαν ἑαυτοῖς καὶ ἀναδεικνύουσι δωδεκάδα προυνίκων >. οἶ οὖν ἄρρενές εἰσι· Παράκλητος Πατρικὸς Μητρικὸς Ἀείνους 10 Θελητός, ὅ ἐστι Φῶς, Ἐκκλησιαστικός, αἱ δὲ θήλειαι· Πίστις Ἐλπίς Ἀγάπη Σύνεσις Μακαρία Σοφία.
μετέπειτα Τε Λόγος καὶ Ζωή, καὶ αὐτοὶ τὸ τῆς ἑνώσεως μεταπλάσαντες δώρημα, ἑαυτοῖς ἐκοινώνησαν ἦν δὲ ἡ κοινωνία αὐτῶν τὸ θέλημα) καὶ συνελθόντες ἀνεδείξαντο δεκάδα προυνίκων καὶ αὐτῶν ἀρρενοθηλύντων. οἱ μὲν ἄρρενές εἰσι· βύθιος Ἀγήρατος Αὐτοφυὴς Μονογενὴς Ἀκίνητος οὗτοι τὴν προσωνυμίαν > τὴν δόξαν τοῦ πάντα περιέχοντος εποιήσαντο), αἱ δὲ θήλειαι· Μῖξις Ἕνωσις Σύγκρασις Ἑνότης Ἡδονή, καὶ οὗται τὴν προσωνυμίαν εἰς δόξαν τῆς Σιγῆς πιριεποιήσαντο.