Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Παρὰ φρονίμοις, παρὰ δὲ ψυχικοῖς, παρὰ δὲ σαρκικοῖς, παρὰ δὲ κοσμικοῖς παρὰ δὲ τῷ Μεγέθει * νοῦς ἀκατάργητος τοῖς ἀκαταργήτοις χαίρειν.

Ἀνονομάστων ἐγὼ καὶ ἀρρήτων καὶ ὐπερουρανίων μνείαν ποιοῦμαι μυστηρίων πρὸς ὑμᾶς, οὔτε ἀρχαῖς οὔτε ἐξουσίαις οὔτε ὑποταγαῖς οὔτε πάσῃ συγχύσει περινοηθῆναι δυναμέ΄νων, μόνῃ δὲ τῇ τοῦ Ἀτρέπτου ἐννοίᾳ πεφανερωμένων.

ὅτε γὰρ > ἀρχῆς ὁ Αὐτοπάτωρ αὐτὸς ἐν ἐαυτῷ περιεῖχε τὰ πάντα, ὄντα ἐν ἑαυτῷ ἐν ἀγνωσίᾳ, ὃν καλοῦσί τινες Αἰῶνα ἀγήρατον ἀεὶ νεάζοντα, ἀρρενόθηλυν, ὃς πάντοτε περιέχει τὰ πάντα καὶ οὐκ ἐνπερειέχεται, τότε ἡ ἐν αὐτῷ Ἔννοια ἠθέλησεν —