Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
10. Οὐκ ἐπιζητησεις δὲ παρ᾿ ἡμῶν, τῶν ἐν Κελτοῖς διατριβόντων καὶ περὶ βάρβαρον διάλεκτον τὸ πλεῖστον ἐσχολουμένων, λόγων τέχνην ἥν οὐκ ἐμάθομεν οὔτε δύναμιν συγγραφέως ἥν οὐκ ἠσκήσαμεν οὔτε καλλωπισμὸν λέξεων οὔτε πιθανότητα ἥν οὐκ οἴδαμεν, ἀλλὰ ἁπλῶ;
καὶ ἀληθῶς καὶ ἱδιωτικῶς τὰ μετὰ ἀγάπης σοὶ γραφέντα μετὰ ἀγάπης σὺ προσδέξῃ καὶ αὐτὸς αὐξήσεις αὐτὰ παρὰ σεαυτῷ ἄτε ἱκανώτερος ἡμῶν τυγχάνων), οἱονεὶ σπέρματα καὶ ἀρχὰς λαβὼν παρ᾿ ἡμῶν,
καὶ ἐν τῷ πλάτει σοῦ τοῦ νοῦ ἐπὶ πολὺ καρποφορήσεις τὰ δι᾿ ὀλίγων ὐφ᾿ ἡμῶν εἰρημένα καὶ δυνατῶς παραστήσεις τοῖς μετὰ σοῦ τὰ ἀσθενῶς ὑφ᾿ ἡμῶν ἀπηγγελμένα.