Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
7. Ὡς δὲ ἐν τούτοις κατετρίβετο, ἁδρύνεται ὁ παῖς ὁ καταλειφθεὶς ὑπὸ Ἐλλὴλ εἰς πατριαρχίαν τρεφόμενος· οὐδεὶς γὰρ ἄλλος [*](5ff vgl. Matth. 18, 18 (Joh. 20, 22f) V M) [*](2 καὶ γὰρ < V 4 φησίν getilgt Vcorr 6 <ὅτι> * 9 10 〈μετὰ〉 * 13 * <πρεσβύτῃ> *, vgl. S. 342, 10 u. 343, 14. 19 15 χερσὶν V αὐτὸν M 17 γινομένων M 20 πολλὰ < M 24 ηὕρετο, ε aus 25f τὸ κατὰ—φύσει ὄν] τὸ Ματθαίου ἑβραϊκὸν φυτὸν V 26f ἀσχολῶν Μ 30f καταληφθεὶς V M)
ὡς οὐν ἐπὶ τὸ ἀκμαῖον τῆς ἡλικίας ὁ νέος ἤρχετο, προσεφθείροντο αὐτῷ τινες ἥλικες ἀργοὶ καὶ ἐθάδες κακῶν· τάχα δέ, οἶμαι, Ἰούδας οὑτος ἐκαλεῖτο, οὐ πάνυ δὲ σαφῶς ἐπίσταμαι διὰ τὸν χρόνον.
μετέφερον οὐν αὐτὸν οἱ συνηλικιῶνται νεώτεροι εἰς πολλὰς κακῶν ἐπιτηδεύσεις, φθοράς τε γυναικῶν καὶ λαγνείας ἀνοσίους, μαγγανείαις τισὶν μαγικαῖς ἐπιχειροῦντες αὐτῷ συνεργεῖν εἰς τὰ τῆς ἀκολασίας *, ἀγώγιμὰ τινα ἐπιτελοῦντες καὶ διὰ ἐπαοιδῶν βιαζόμενοι γυναῖκας ἐλευθέρας πρὸς τὴν τούτου φθορὰν ἐξ ἀνάγκης ἄγεσθαι.
ὁ δὲ Ἰώσηπος καὶ ὁ σὺν αὐτῷ πρεσβύτης ἀνάγκην ἔχοντες τῷ παιδὶ συνέπεσθαι βαρέως μὲν ἔφερον, πολλάκις δὲ καὶ ἐγκλήματα προσέφερον διὰ λόγων καὶ παῄνουν αὐτῷ. ὁ δὲ μᾶλλον τοῖς νέοις ἐπείθετο, κρύπτων τὰ αἰσχρὰ καὶ ἀρνούμενος· οὔτε γὰρ ἐτόλμων οἱ περὶ Ἰώσηπον ἐξειπεῖν τὰ κατ᾿ ἐκείνου φανερῷ τῷ λόγῳ, ἀλλ’ ὡς δι᾿ ἐπιστήμην παρῄνουν.
παραγίνονται γοῦν εἰς Γάδαρα εἰς τὰ θερμὰ ὕδατα. πανήγυρις δὲ ἐκεῖ κατ᾿ ἔτος ἄγεται· ἀπέρχονται γὰρ πανταχόθεν οἱ βουλόμενοι λούσασθαι ἡμέρας τινάς, νοσημάτων δῆθεν ἀποβολῆς δἕνεκεν, ὅπερ ἐστὶ διαβολικὸν στρατήγημα. ἔνθα γὰρ τὰ παρὰ τοῦ θεοῦ θαύματα γεγένηται, προὔλαβεν ὁ δι’ ἐναντίας θεῖναι αὐτοῦ τὰ ὀλετήρια δίκτυα. ἀνδρόγυνα γὰρ ἐκεῖσε λούονται.
κατὰ συγκυρίαν δὲ γυνή τις ἐλευθέρα ἔτυχεν ἐν τῷ λουτρῷ, κάλλει διαπρέπουσα εὐμορφίας. καὶ ὁ νεώτερος θελχθεὶς τῷ ἔθει τῆς αὐτοῦ ἀκολασίας, διιὼν ἐν τῷ ἀέρι παρενέτριψεν αὐτοῦ τὴν πλευρὰν τῇ πλευρᾷ τοῦ γυναίου.