Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡς οὐν ταῦτα ἐπράχθη, φησίν, καὶ ἠνοίγησαν αἱ θύραι, ἠρωτᾶτο ὑπὸ τῶν ἐπισκεπτομένων ὁ πατριάρχης πῶς ἔχοι διὰ τοῦ βοηθήματος, καὶ ὡμολόγει καλλίστως ἔχειν· καὶ γὰρ ᾔδει ὃ ἔλεγεν.

ἔπειτα δὲ <μετὰ> ἡμέρας δύο ἢ τρεῖς τὸν ἀριθμόν, πολλάκις τοῦ ἐπισκόπου ἐπισκεπτομένου αὐτὸν ἐν ἰατροῦ προφάσει, ἐκοιμήθη ὁ πατριάρχης μετὰ καλῆς ἀποθέσεως, παραδοὺς τὸν ἴδιον υἱὸν κομιδῆ νέον ὄντα Ἰωσήπῳ τε καὶ ἄλλῳ τινὶ ἐπιεικεστάτῳ *.

τὰ πάντα τοίνυν ἐπράττετο διὰ τῶν δύο τούτων, διὰ τὸ ἔτι τὸν πατριάρχην παῖδα ὄντα νηπιάζειν καὶ ἐν χειροῖν αὐτῶν ἀνατρέφεσθαι.

ἐν τούτῳ τῷ καιρῷ τῆς διανοίας τοῦ Ἰωσήπου ἐνοχλουμένης πολλάκις διὰ τῶν γενομένων μυστικῶν ἐν τῇ κατὰ τὸ λουτρὸν ὑποθέσει ἐσκέπτετο τί ἂν πράξειεν. καὶ ἠν ἐκεῖσε γαζοφυλακίου τις οἶκος ἐσφραγισμένος· γάζα δὲ ἑρμηνεύεται κατὰ τὴν Ἑβραΐδα θησαυρός.

πολλῶν δὲ πολλὰ διανοουμένων περὶ τοῦ γαζοφυλακίου τούτου διὰ τὴν σφραγῖδα, ὁ Ἰώσηπος λεληθότως τολμήσας ἤνοιξεν καὶ ηὑρεν οὐδὲν χρημάτων πλὴν βίβλους τὰς ὑπὲρ χρήματα.

ἀναγινώσκων δὲ ἐν ταύταις, ὡς ἤδη ἔφην, τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀπὸ Ἑλλάδος εἰς Ἑβραΐδα φωνὴν μεταληφθὲν ηὕρατο καὶ τὰς τῶν ἀποστόλων Πράξεις· οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον, Ἑβραϊκὸν φύσει ὄν, ἐκ τούτων ἀναγνοὺς πόλιν τὴν διάνοιαν ἐτρύχετο. ἀσχάλλων μέν πως περὶ τῆς πίστεως τοῦ Χριστοῦ· ἤδη δὲ ἐκ δύο ὑποθέσεων ὑπονυττόμενος, τῆς τῶν βιβλίων ἀναγνώσεως καὶ τῆς τοῦ πατριάρχου μυσταγωγίας, ὅμως τῇ καρδίᾳ ἐσκληρύνετο, οἷα γίνεται.