Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ὁ δὲ ἀγαθὸς βασιλεύς, δοῦλος ὢν Χριστοῦ ἐν ἀληθείᾳ καὶ τὸν κατὰ θεὸν ζῆλον ἐν βασιλεῦσι μετὰ Δαυὶδ καὶ Ἐζεκίαν καὶ Ἰωσίαν κεκτημένος, γέρας αὐτῷ δίδωσιν, ὡς ἤδη προεῖπον, ἀξιώματος ἐν τῇ αὐτοῦ βασιλείᾳ.
κόμητα γὰρ αὐτὸν κατέστησε, φήσας αὐτῷ αἰτεῖν πάλιν ὃ βούλεται· ὁ δὲ οὐδὲν ᾐτήσατο πλὴν τοῦτο μέγιστον χάρισμα τυχεῖν παρὰ τοῦ βασιλέως τὸ ἐπιτραπῆναι καὶ] διὰ προστάγματος βασιλικοῦ οἰκοδομῆσαι Χριστοῦ ἐκκλησίας ἐν ταῖς πόλεσι καὶ κώμαις τῶν Ἰουδαίων, ἔνθα τις οὐδέποτε ἴσχυσεν προστήσασθαι ἐκκλησίας διὰ τὸ μήτε Ἕλληνα μήτε Σαμαρείτην μήτε Χριστιανὸν μέσον αὐτῶν εἶιναι.
τοῦτο δὲ μάλιστα ἐν Τιβεριάδι καὶ ἐν Διοκαισαρείᾳ τῇ καὶ Σεπφουρὶν καὶ ἐν Ναζαρὲτ καὶ ἐν Καπερναοὺμ φυλάσσεται > παρ᾿ αὐτοῖς τοῦ] μὴ εἶναι ἀλλόεθνον.
12. Λαβὼν δὲ ὁ Ἰώσηπος τὰ γράμματα καὶ τὴν ἐξουσίαν μετὰ τοῦ ἀξιώματος ἐπὶ τὴν Τιβεριάδα ἡκεν, ἔχων καὶ ἐπιστολὰς ἀπὸ τῶν βασιλικῶν ἀναλίσκειν, ἀλλὰ καὶ αὐτὸς ὀψωνίοις παρὰ τοῦ βασιλέως τετιμημένος ἄρχεται γοῦν ἐν Τιβεριάδι κτίζειν.
ναὸς δὲ μέγιστος ἐν τῇ πόλει προϋπῆρχε· τάχα, οἶμα, Ἀδριανεῖον τοῦτο ἐκάλουν. ἀτελὲς δὲ τοῦτο τὸ Ἀδριανεῖον διαμεῖναν τάχα οἱ πολῖται εἰς δημόσιον λουτρὸν ἐπειρῶντο ἐπισκευάσαι.
ὅπερ εὑρὼν ὁ Ἰώσηπος ἐκ τούτου τὴν πρόφασιν ἔσχε, καὶ ὡς ἤδη τετραχῆ τοὺς τοίχους διὰ τετραπόδων λίθων εὑρεν ἔως ὕψους τινὸς ἀνεγηγερμένους, ἐντεῦθεν ἄρχεται ποιεῖσθαι τῆς ἐκκλησίας τὴν ἐπιμέλειαν.
ἀσβέστου δὲ ἠν χρεία καὶ τῆς ἄλλης ὕλης. καμίνους τοίνυν ἔξωθεν τῆς πόλεως πολλὰς προσέταξε γενέσθαι, τάχα τὸν ἀπιθμὸν ἑπτά φούρνακας δὲ [*](V Μ) [*](2 φιλοῦται M 3 καθ’] κατὰ M 4 παντὶ Μ | τοῦ < V 5 ἁγίαν Vcorr | σωτήριον M 9 κόμιτα V M 12 καὶ] * | ݲ, ῶ aus ov Vcorr 14 προστήσασθαι, dazu am Rande ABBREV οἰκοδομῆσαι Vcorr 16 Σε///πφουρὶν, 1 Buchstabe ausradiert V | Ναζαρὲθ V | Καφαρναοὺμ V M 17 <τὸ> * | τοῦ] * | εἶναι am Rande nachgetragen τινα Vcorr Μ | ἄλλου ἔθνους aus ἀλλόεθνον Vcorr 18 ὁ < Μ 19 Τιβερειάδα V | τῶν < Μ 21 Τιβερειάδι, ει aus 22 προυπῆρχεν, προ obeu über Vcorr | ἁδριανον, ει oben über Vcorr ἀδριάνιον Μ 23 διαμένον V 25 τετραχῆ τοὺς τοίχους] τοίχους] λίθους V 27f ποιεῖσθαι — ὕλης < M 28 καμίνους] ποιμίνους)
ἤργει γοῦν τὸ καὶ καὶ οὐκ ἔπραττεν ἀλλὰ τῆς ἰδίας ὡς εἰπεῖν φύσεως ἐκτὸς ἐγένετο.