Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Οὑτοι δὲ οἱ προειρημένοι αἱρεσι[νται, περὶ ὡν ἐνταῦθα τὴν ὑφήγησιν ποιούμεθα, παρέντες τὸ ὄνομα τοῦ Ἰησοῦ οὔτε Ἰεσσαίους ἑαυτοὺς κεκλήκασιν οὔτε τῶν Ἰουδαίων ἔμειναν ἔχοντες τὸ ὅνομα οὔτε Χριστιανοὺς ἑαυτοὺς ἐπωνόμασαν, άλλὰ Ναζωραίους, δῆθεν ἀπὸ τῆς τοῦ τόπου τῆς Ναζαρὲτ ἐπωνυμίας, τὰ πάντα δέ εἰσιν Ἰουδαῖοι καὶ οὐδὲν ἕτερον.

χρῶνται δὲ οὗτοι οὐ μόνον νέᾳ διαθκῃ, ἀλλὰ καὶ παλαιᾷ διαθήκῃ, καθάπερ καὶ οἱ Ἰουδαῖοι. οὐ γὰρ ἀπηγόρευται παρ’ αὐτοῖς νομοθεσία καὶ προφῆται καὶ γραφεῖα τὰ καλούμενα παρὰ Ἰουδαίοις βιβλία, ὥσπερ παρὰ τοῖς προειρημένοις· οὐδέ τι ἕτερον οὗτοι φρονοῦσιν, ἀλλὰ κατὰ τὸ κήρυγμα τοῦ νόμου καὶ ὡς οἱ Ἰουδαῖοι πάντα καλῶς ὁμολογοῦσι χωρὶς τοῦ εἰς Χριστὸν δῆθεν πεπιστευκέναι.

παρ’ αὐτοῖς γὰρ καὶ νεκρῶν ἀνάστασις ὁμολογεῖται καὶ ἐκ θεοῦ τὰ πάντα γεγενῆσθαι, ἔνα δὲ θεὸν καταγγέλλουσι καὶ τὸν τούτου παῖδα Ἰησοῦν Χριστόν. Ἑβραϊκῇ δὲ διαλέκτῳ ἀκριβῶς εἰσιν ἠσκημένοι.

παρ’ αὐτοῖς γὰρ πᾶς ὁ νόμος καὶ εἱ προφῆται καὶ τὰ γραφεῖα λεγό- μενα, φημὶ δὲ τὰ στιχηρὰ καὶ αἱ Βασιλεῖαι καὶ Παραλειπόμενα καὶ Εσθὴρ καὶ τἄλλα πάντα Ἑβραϊκῶς άναγινώσκεται, ὥσπερ ἀμέλει καὶ παρὰ Ἰουδαίοις.

ἐν τούτῳ δὲ μόνον Πρὸς Ἰουδαίους διαφέρονται καὶ Χριστιανούς, Ἰουδαίοις μὲν μὴ συμφωνοῦντες διὰ τὸ εἰς Χριστὸν πεπιστευκέναι, Χριστιανοῖς δὲ μὴ ὁμογνωμονοῦντες διὰ τὸ ἔτι νόμω πεπεδῆσθαι, περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις.