Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
φησὶ γὰρ ἐπὶ τοῦ βήματος »οὔτε ἐν τῷ ἱερῷ ηὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασίν τινα ὄχλου ποιοῦντα οὐδὲ ὧν μου κατηγοροῦσιν οὐδὲν πεποίηκα. ὁμολογῶ δέ σοι τοῦτο, ὅτι κατὰ τὴν ὁδὸν ἥν αἵρεσιν οὑτοι φάσκουσιν οὕτω λατρεύω, πιστεύων πᾶσι τοῖς ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προφήταις‘.
καὶ οὐ θαῦμα ὅτι ὁ ἀπόστολος ὡμολόγει ἑαυτὸν Ναζωραῖον, πάντων καλούντων τοὺς Χριστιανοὺς τότε τούτῳ τῷ όνόματι διὰ Ναζαρὲτ τὴν πόλιν, ἄλλης μὴ οὔσης χρήσεως τῷ ὀνόματι πρὸς τὸν καιρόν, ὥστε τοὺς ἀνθρώπους > καλεῖν τοὺς τῷ Χριστῷ πεπιστευκότας, περὶ οὗ καὶ γέγραπται »ὅτι Ναζωραῖος κληθήσεται«.
καὶ γὰρ καὶ νῦν ὁμωνύμως οἱ ἄνθρωποι πάσας τὰς αἱρέσεις, Μανιχαίους τέ φημι καὶ Μαρκιωνιστὰς Γνωστικούς τε καὶ ἄλλους, Χριστιανοὺς τοὺς μὴ ὄντας Χριστιανοὺς καλοῦσι καὶ ὅμως ἑκάστη αἵρεσις, καίπερ ἄλλως λεγομένη, καταδέχεται τοῦτο χαίρουσα. ὅτι διὰ τοῦ ὀνόματος κοσμεῖται· δοκοῦσι γὰρ ἐπὶ τῷ τοῦ Χριστοῦ σεμνύνεσθαι όνόματι, οὐ μὴν τῇ πίστει καὶ τοῖς ἔργοις.
οὕτω καὶ οἱ ἅγιοι τοῦ Χριστοῦ μαθηταὶ τότε μαθητὰς Ἰησοῦ ἑαυτοὺς ἐκάλουν, ὥσπερ οὖν καὶ ἦσαν· ἀκούοντες δὲ παρὰ ἄλλων Ναζωραῖοι οὐκ ἀπηναίνοντο, τὸν σκοπὸν θεωροῦντες τῶν τοῦτο αὐτοὺς καλούντων, ὅτι διὰ Χριστὸν αὐτοὺς ἐκάλουν, ἐπειδὴ καὶ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς <ὁ> Ναζωραῖος ἐκαλεῖτο, ὥσπερ ἔχει εὐαγγέλια καὶ αἱ Πράξεις τῶν ἀποστόλων, διὰ τὸ ἐν τῇ
πόλει αὐτὸν Ναζαρὲτ κώμῃ δὲ τὰ νῦν οὔσῃ) ἀνατετράφθαι ἐν οἴκῳ Ἰωσήφ, γεννηθέντα κατὰ σάρκα ἐν Βηθλεὲμ ἀπὸ Μαρίας τῆς ἀειπαρθένου τῆς μεμνηστευμένης Ἰωσήφ, τῷ ἐν τῇ αὐτῇ Ναζαρὲτ μετῳκηκότι μετὰ τὸ ἀπὸ Βηθλεὲμ αὐτὸν μεταναστόντα ἐν τῇ Γαλιλαίᾳ κατοικισθῆναι.
[*](2 Act. 24, 12 — 7 f zu Ναζαρὲτ u. Ναζωραῖος vgl. aucli Eusebius Onomasticon S. 138, 24 Klostermann — 11 Matth. 2, 23 — 23 f vgl. Matth. 1, 18 — 25 vgl. Matth. 2, 22 f V M)[*](1 ἀσμένως am Rande nachgetragen V corr < M 2 ῥήματος M 3 ἐπισύστασιν M 4 οὐδὲν, ν angeflickt Vcorr Ι πεποιηκότα M 7 ὁμολόγει VM 1 Ναζωραῖον, ο aus ω Vcorr 8 Ναζαρὲθ V 10 > * 13 καὶ < M 13 f τοὺς μὴ ὄντας Χριστιανοὺς < Μ 14 ὅμως] ως? * 16 ὀνόματι, τι angeflickt Vcorr 18 ὥσπερ οὑν καὶ ἦσαν angeflickt Vcorr < M 19 ἠναίνοντο, wohl aus ἀπαιναίνοτο Vcorr ἀπαιναίνοντο M 20 καλούντων, ων aus ες V 21 ἡμῶν < V Ι > * 22 f Ναζαρὲθ (!) αὐτὸν V 23 δὲ τὰ νῦν] τάδε νῶν M 25 Ναζαρὲθ V)