Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
παντὶ τῷ σύνεσιν ἐν θεῷ κεκτημένῳ ἔνεστιν ἰδεῖν. ἡδυπαθείας γὰρ χάριν ἑαυτούς τε καὶ τοὺς πειθομένους ἀπώλεσαν καὶ ἀπολλύουσιν.
πνεῦμα γάρ ἐστι πλάνης, ὥσπερ φύσημα ἐν αὐλῷ διαφόροις κινήσεσιν ἕκαστον τῶν ἀφρόνων κινοῦν κατὰ τῆς ἀληθείας. καὶ γὰρ καὶ αὐτὸς ὁ αὐλὸς μίμημά ἐστι τοῦ δράκοντος, δι’ οὗ ἐλάλησεν ὁ πονηρὸς καὶ ἠπάτησε τὴν Εὔαν.