Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἀπὸ τοῦ τύπου γὰρ ἐκείνου κατὰ μίμησιν ὁ αὐλὸς τοῖς ἀνθρώποις εἰς ἀπάτην κατεσκευάσθη. καὶ ὅρα τὸν τύπον ὃν αὐτὸς ὁ αὐλῶν ἐν τῷ αὐλῷ ποιεῖται. αὐλῶν γὰρ ἄνω ἀνανεύει καὶ κάτω κατανεύει. δεξιά τε κλίνει καὶ εὐώνυμα ὁμοίως ἐκείνῳ.
τούτοις γὰρ καὶ ὁ διάβολος τοῖς σχήμασι κέχρηται, ἵνα κατὰ τῶν ἐπουρανίων ἐνδείξηται τὴν βλασφημίαν καὶ τὰ ἐπὶ τῆς γῆς ἀφανισμῷ ἀφανίσῃ καὶ ὁμοῦ συμπεριλάβῃ τὴν οἰκουμένην, δεξιά τε καὶ εὐώνυμα λυμαινόμενος τοὺς τῇ πλάνῃ πειθομένους τε καὶ θελγομένους ὥσπερ διὰ μουσικοῦ ὀργάνου ταῖς φωναῖς ταῖς πεπλασμέναις.