Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Καὶ γὰρ ὁ θεὸς ὁ πατὴρ ἐποίησε τὸν ἄνθρωπον καὶ πάντα κατὰ τὴν ἰδίαν εὐδοκίαν καὶ οὐχ οἱ ἄγγελοι, οὐδὲ κατὰ τὴν τῶν ἀγγέλων συμβουλίαν τι γέγονεν. ἐν τῷ γὰρ εἰπεῖν τὸν θεόν »ποιήσωμεν σωμεν ἄνθρωπον«, »κατ᾿ εἰκόνα ἡμετέραν« εἶπεν, καὶ οὐ »κατ᾿ εἰκόνα« μόνον.

συνεκάλει γὰρ εἰς τὴν ἑαυτοῦ δημιουργίαν συνδημιουργὸν τὸν αὐτοῦ Λόγον καὶ μονογενῆ, ὡς ἔχει καὶ ἡ ἐξ ἀληθείας ὁρμωμένη πιστῶν ἔννοια καὶ αὐτὸ τὸ τῆς ἀληθείας ἀκρίβασμα, ὡς καὶ ἐν ἑτέροις πλείοσι περὶ τούτου σαφῶς καὶ διὰ μήκους ἐποιησάμεθα τὴν ὁμολογίαν, ὡς ὁ πατὴρ συγκαλεῖται τὸν υἱὸν συνδημιουργεῖν τὸν ἄνθρωπον, δι᾿ οὗ καὶ τὰ ἄλλα πάντα ἐποίησεν.

οὐ μόνον δὲ συγκαλεῖν εἴποιμι τὸν υἱόν, ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα. »τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν«.