Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἡ τοίνυν ἄνωθεν δύναμις ᾔδει τούτους τοῦτο μέλλοντας ἐπιχειρεῖν ἢ ἠγνόει; οὐκ ἠγνόει. ἐποίησεν οὖν αὐτοὺς ἵνα τοῦτο πράξωσιν ἢ μή; οὐχί, φησίν· ἐποίησε γὰρ αὐτοὺς μόνον, οὑτοι δὲ παρὰ τὴν ἄνω δύναμιν ἐπεχείρησαν πρὸς τὸ ποιῆσαι πλάσμα.
οὐκοῦν οὗτοι μὲν ᾔδεισαν, ἐκείνη δὲ ἡ ἄνω δύναμις ἠγνόει κατὰ τὸν σοῦ λόγον, ὠ πάντων ἀνθρώπων ἀβέλτερε. καὶ ἔσται μὲν ἡ τῶν ἀνθρώπων κατασκευὴ σύστασις καὶ οἱ αἴτιοι ταύτης ἄγγελοι ἐν γνώσει, ἡ δὲ τοὺς ἀγγέλους ποιήσασα δύναμις ἐν [*](16 das Stichwort Πλήρωμα kam in der vorausgehenden Darstellung nicht vor V Μ) [*](1 ἢ < Μ 2 αὕτη M 6 ἑαυτῆς 2] αὐτῆς Μ 11 f ἢ αὐτὴ ἡ *] ἢ αὐτὴ V ἦν αὕτη Μ 15 <μέλλοντας> *, vgl. Ζ. 24 u. 25 18 ἐρωτοῦντες λέγειν Μ Ι παρακύABBREVψας, ein Buchstabe ausradiert V 21 * *, vgl. Ζ. 27 Ι τεχνουργίαABBREV, wegradiert Vcorr Ι τότε < 23 * etwa <πραχθὲν> * 25 οὐκ von erster Hand aus οὐχ V 29 aus ἀβέλτερε Vcorr ἀβέλτερε Μ)
ληρῶδες δ᾿ ἂν εἴη τοῦτο καὶ ἠλίθιον, ὅτι μᾶλλον ἐντελέστερον τελέστερον τὸ ἔργον τοῦ τεχνίτου καὶ ὁ τεχνίτης ἀδρανέστερος τῶν ὑπ᾿ αὐτοῦ γενομἐνων ἀγγέλων, αἰτίων ὄντων τῆς ἀνθρωπείας συστάσεως. ὥστε οὖν ἐξ ἅπαντος ἀνάγκῃ ὁμολογήσειας ἂν ἐπὶ τὸν αὐτὸν ποιητὴν τὸν ἕνα καὶ ἐπὶ τὴν μίαν μοναρχίαν <δεὸμ> τὸ πᾶν ἄγειν.