Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἐν σπηλαίῳ δέ που ἀναχωρῶν δι’ ὑπερβολὴν ἐθελοσοφίας, ματαίως καὶ ὑποκριτικῶς ἐν νηστείᾳ καρτερῶν ὡς λόγος ἔχει οὕτως ἀπέθανεν ἐν ἐνδείᾳ ἄρτου καὶ ὕδατος, ἑκουσίᾳ δῆθεν τῇ γνώμῃ. μετὰ ἡμέρας δὲ τινὰς ἐλθόντας ἐπὶ τὴν τούτου ἐπίσκεψιν εὑρηκέναι τὸ σῶμα ὀδωδὸς ἐξέρψαν τε σκώληκας καὶ νέφος μυιῶν ἐπ᾿ αὐτὸ ἐσμηνευκέναι. οὑτος τοίνυν οὕτως ματαίως τὸν ἑαυτοῦ βίον καταστρέψας αἴτιος γέγονεν αὐτοῖς τῆς αἱρέσεως, ἐξ οὑπερ οἱ αὐτὸν μιμούμενοι Δοσίθεοι εἴτουν Δοσιθηνοὶ καλοῦνται.