Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἡ δὲ πρόφασις τοῦ τὸν δοσίθεον φρονῆσαι ταῦτα αὕτη· οὗτος συνεμίγη ἀπὸ Ἰουδαίων ὁρμώμενος εἰς τὰ τῶν Σαμαρειτῶν ἔθνη, ἐν παιδεύσει δὲ <τῇ> κατὰ τὸν προήκων δευτερώσεσί τε ταῖς παρ’ αὐτοῖς, θηρώμενος δὲ τὰ πρωτεῖα καὶ ἀποτυχὼν καὶ μὴ ἀξιωθείς τι παρὰ Ἰουδαίοις νομισθῆναι, ἐξέκλινέν εἰς τὸ Σαμαρειτικὸν γένος καὶ ταύτην τὴν αἵρεσιν προεστήσατο.