Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
λέγει δὲ Ἰώβ »ἄνθρωπος δὲ κοιμηθεὶς οὐκέτι οὐ μὴ ἐγερθῇ οὔτε ἐπιγνώσεται τὸν τόπον αύτοῦ«. καὶ γὰρ ἀληθῶς καθ’ ἡμέραν οὐ γίνεται ἡ ἀνάστασις, ἀλλ’ εἰς μίαν ὥρισται ἡμέραν. δεικνὺς δὲ ὅτι οἶδεν εἰς ποίαν προθεσμίαν προσεδόκα, εὐθὺς ἔλυσε τὸ ζήτημα »ἕως ἄν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ«.