Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
99. Καὶ εἰς τὸ μή τινα πάλιν ἀμφιβάλλειν καὶ ἄλλους εἰς Ἅιδην κατήγαγε μετὰ τῶν σωμάτων. ἤνοιξε γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε Δαθὰν καὶ Ἀβειρών, τοὺς υἱοὺς Κορὲ καὶ Αὐνᾶν, καὶ κατέβησαν εἰς Ἅιδην ζῶντες <σὺν> σώματι καὶ ψυχῇ. ἀπ᾿ αὐτῆς γὰρ τῆς [*](D201) ὥρας εἰς κρίσιν παρεδόθησαν, μήτε τῶν σωμάτων λυθέντων μήτε λειψάνου παραδοθέντος ἢ μέρους, ἀλλὰ ὅλων σὺν σώματι καὶ ψυχῇ