Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
καὶ ἵνα μή τις ἀμφιβάλλῃ, δύο χαρακτῆρας * τῶν δύο πρωτοτόκων τῆς ἡμετέρας ἀναστάσεως· Ἐνὼχ ἦν ἐν ἀκροβυστίᾳ καὶ οὐκ ἐκώλυσεν ἡ ἀκροβυστία τὴν ἀνάστασιν οὐδὲ τὴν τοῦ σώματος διὰ βίου τῆς ζωῆς ὑποδοχήν, Ἠλίας ἐν περιτομῇ, ἳνα μὴ <ἡ> ἀνάστασις ἐπί τινας καί τινας νομισθῇ, ἀλλὰ καθολικὴ ὅλη.