Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
ἴδωμεν δὲ ἐξ αὐτῶν τῶν ὑποκειμένων καὶ τῶν ἤδη ἰσόρροπα ἐλπίδος ἡμῖν γεγενημένων. Ἐνὼχ ὅλος μετετέθη καὶ οὐκ εἶδεν ἕως τῆς δεῦρο θάνατον καὶ Ἠλίας ὅλος ἀνελήφθη ἐν σώματι καὶ οὐκ εἶδεν ἄχρι τῆς δεῦρο θάνατον, ἵνα ἐν δυσὶ ζῶσι σώμασιν παραστήσῃ ἡμῖν τελείαν τὴν ἀνάστασιν.