Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

καὶ περὶ μὲν κτισμάτων οὕτω φησί »στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα«. ταῦτα γὰρ κτιστὰ ὑπάρχει· »ἀπαγγέλλων δὲ τὸν Χριστὸν αὐτοῦ τοῖς ἀνθρώποις« οὐκέτι κτίζων οὐκέτι στερεῶν, ἀλλ’ »ἀπαγγέλλων αὐτὸν τοῖς ἀνθρώποις«,

τὸν ἀληθῶς γεννηθέντα ἐξ ληθοῦς, τὸν ἄκτιστον, τὸν ἄτρεπτον, τὸν ἀναλλοίωτον, τὸν ἀεὶ ὄντα ἐκ τοῦ ἀεὶ ὄντος, τὸν διὰ <Μωυσέως καὶ> ἀεὶ ὄντα· »ὁ ὤν, γάρ φησιν, ἀπέσταλκέ με« φησὶν ὁ Μωυσῆς καὶ ὀ Ιωάννης »ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«·

ὢν ἐστὶν ὀ πατήρ, ὢν ἐστὶν ὁ υἱός, ὁ »ὢν πρὸς τὸν ὄντα «, ἐξ αὐτοῦ γεννηθείς, οὐ συναλοιφὴ ὢν τῷ πατρί, οὐκ ἀρξάμενος τοῦ εἶναι, ἀεὶ δὲ υἱὸς γνήσιος <ὢν> σὺν πατρί, ἀεὶ πατὴρ γεννήσας τὸν υἱόν.

οὐκ ἠν γάρ ποτε καιρὸς ὅτε ὁ πατὴρ οὐκ ἠν πατήρ, οὐκ ἠν ποτὲ καιρὸς ὅτε [ὁ] υἱὸς οὐχ ὑπῆρχε πατρὶ τῷ μόνῳ. εἰ γὰρ ἠν ὅτε οὐκ ἠν πατήρ, ἄρα καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα τοῦ μονογενοῦς.