Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
107. Ταῦτα οὖν πάντα ὅταν <ἐν> μέσῃ τῇ ἐκκλησίᾳ ἀκριβοῦτε, κακὸν † ὺπόδειγμα θανασίμης οδοῦ * τοὺς * οὕτω προαχθέντας ὑπολύετε, ἄλλους δὲ ἀπὸ μοιχείας εἰς σωφροσύνην φέρετε καὶ μὴ μόνον τοῦ κλεψιγαμεῖν αὐτοὺς ἀπαλλάττετε, ἀλλὰ καὶ τῆς ἰδίας <γαμετῆς> κατὰ ἐγκράτειαν * καταφρονεῖν, ὡς ἔτι »ό καιρὸς συνεσταλμένος ἐστίν«, ὥς φησιν ὁ ἱερὸς ἀπόστολος, πόρνους δὲ κατηχειτε, ἵνα μὴ τὴν ἀθέμιτον πρᾶξιν παρὰ θεῷ τε καὶ ἀνθρώποις ἐργασάμενοι τιμωρηθῶσιν.