Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ἐν προφανεῖ δ’ ἀλήθεια, τῆς τῶν ἡμετέρων ἀνδρῶν ἐπιμελείας συλλεξάσης τοὺς χρόνους ἀκριβέστερον, ὡς πρὸς τὸ μηδένα τοπάζειν μετὰ τὴν τοῦ Χριστοῦ κάθοδον καὶ κρίσιν γεγενἠσθαι τὸ ποίημα καὶ ὡς πάλαι προλεχθέντων ὑπὸ Σιβύλλης τῶν ἐπῶν ψεῦδος διαφημίζεσθαι.

ὡμολόγηται γὰρ Κικέρωνα ἐντετυχηκότα τῷ ποιήματι μετενεγκεῖν τε αὐτὸ εἰς τὴν Ῥωμαίων διάλεκτον καὶ ἐντάξαι αὐτὸ τοῖς ἑαυτοῦ συντάγμασιν, τοῦτον δ’ ἀνῃρῆσθαι κρατήσαντος Ἀντωνίου· Ἀντωνίου δ’ αὖ πάλιν Αὔγουστον περιγεγενῆσθαι, ὃς ἕξ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσε. τοῦτον Τιβέριος διεδέξατο, καθ’ ὃν χρόνον ἡ τοῦ σωτῆρος ἐξέλαμψε παρουσία, καὶ τὸ τῆς ἁγιωτάτης θρησκείας ἐπεκράτησε μυστήριον ἥ τε νέα τοῦ δήμου διαδοχὴ συνέστη, περὶ ἧς οἶμαι λέγειν

τὸν ἐξοχώτατον τῶν κατὰ Ἰταλίαν ποιητῶν·

  • Ἔνθεν ἔπειτα νέα πληθὺς ἀνδρῶν ἐφάάνθη.
  • καὶ πάλιν ἐν ἑτέρῳ τινὶ τῶν Βουκολικῶν τόπῳ·
  • Σικελίδες Μοῦσαι, μεγάλην φάτιν ὑμνήσωμεν.
  • τί τούτου φανερώτερον; προστίθησι γάρ·
  • Ἤλυθε Κθμαίου μαντεύματος εἰς τέλος ὀμφή,
  • [*](6 vgl. Lact. Divin. inst. IV, 15, 26 ff. — 16 vgl. Cic. De Divin. II. 54. — 24 Verg. Ecl. IV, 7. — 26 Verg. Ecl. IV, 1. — 28 Verg. Ecl. IV, 4.) [*](1 θεὸς ἡμῶν HSS, Or. Sib. ΦΨ, θεοσημείοις Ω, θεοςήμοις Rzach | 3 καὶ ταῦτα hier beginnt Cap. ιθ (19) in VE | 8 τῶν VJ, τὸν ME | 12 ἀληθεία J | 13 ὡς < J | 14 τοῦ < V | 17 ἐντάξαι Wil., συντ. HSS | 18 δ’ + Wil. | ἀνηρῆσθαι V, ἀναιρεῖσθαι JME | 20 ἔτεσι VJM, ἔτη E | 23 τῶν] τῆς ME | τὴν + vor Ιταλίαν J | 24 ἔπειτα] ἐπὶ τὰ V | 25 ἐν < V | τόπῳ Ν!, τρόπω V, τόπων JME | 28 ἤλυθε VE, κλυθε, ε auf Ras., + γε J, κλῦτε M | ὀμφήν JM.)
    v.1.p.182.
    Κυμαίαν αἰνιττόμενος δηλαδὴ τὴν Σίβυλλαν.

    καὶ οὐκ ἠρκέσθη Τούτοις, ἀλλὰ περαιτέρω προεχώρησεν, ὡς τῆς χρείας τὴν αὐτοῦ Μαρτυρίαν ἐπιποθούσης· τί λέγων αὖθις;

  • Αὖθις ἄρ’ αἰώνων ἱερὸς στίχος ὄρνυται ἡμῖν·
  • Ἥκει παρθένος αὖθις ἄγους’ ἐρατὸν βασιλῆα.
  • τίς οὖν ἂν εἴη παρθένος ἡ ἐπανήκουσα; ἆρ’ οὐχ ἡ πλήρης τε καὶ ἔγκυος γενομένη τοῦ θείους πνεύματος; Καὶ τί τὸ κωλῦον τὴν ἔγκυον τοῦ θείου πνεύματος κόρην εἶναι ἀεὶ καὶ διαμένειν παρθένον; ἐπαν- ήξει δὲ ἐκ δευτέρου, ὅταν καὶ ὁ θεὸς ἐκ δευτέρου τὴν οἰκουμένην παραγενόμενος ἐπικουφίσῃ. καὶ προστίθησιν ὁ ποιητής·

  • Τὸν δὲ νεωστὶ πάϊν τεχθέντα, φαεσφόρε μήνη,
  • Ἀντὶ σιδηρείης χρυςῆν γενεὴν ὀπάσαντα,
  • Προσκύνει.
  • Τοῦδε γὰρ ἄρχοντος τὰ μὲν ἕλκεα πάντα βρότεια
  • Ἴαται, στοναχαὶ δὲ κατευνάζονται ἀλιτρῶν.