Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Δορυφόροι μὲν αὐτίκα καὶ πᾶν τὸ τῶν σωματοφυλάκων γένος ἐσθῆτας περιρρηξάμενοι σφᾶς τε ῥίψαντες ἐπ’ ἐδάφους, τὰς κεφαλὰς ἤρασσον, κωκυτοῦ φωνὰς οἰμωγαῖς θ’ ἅμα καὶ βοαῖς ἀφιέντες, τὸν δεσπότην τὸν κύριον τὸν βασιλέα, οὐχ οἷα δεσπότην πατέρα δ’ ὥσπερ γνησίων παίδων δίκην ἀνακαλούμενοι.
ταξίαρχοι δὲ καὶ λοχαγοὶ τὸν σωτῆρα τὸν φύλακα τὸν εὐεργέτην ἀπεκλάοντο, τά τε λοιπὰ στρατιωτικὰ σὺν κόσμῳ τῷ πρέποντι οἷα ἐν ἀγέλαις τὸν ἀγαθὸν ἐπόθουν ποιμένα.
δήμοι θ’ ὡσαύτως τὴν σύμπασαν περιενόστουν πόλιν, τὸ τῆς ψυχῆς ἐνδόμυχον ἄλγος κραυγαῖς καὶ βοαῖς ἔκδηλον ποιούμενοι, ἄλλοι δὲ κατηφεῖς ἐπτοημένοις ἀᾠκεισαν, ἑκάστου τὸ πένθος ἴδιον ποιουμένου ἑαυτόν τε κόπτοντος, ὡσανεὶ τοῦ κοινοῦ ἁπάντων ἀγαθοῦ τῆς αὐτῶν ἀφῃρημένου ζωῆς.
[*](1 καὶ < VMB | ἀπεδύροντο V | 6 μὲν < Α | 7 δώσειν V | ἐτησίοις Α | 10 ἐπὶ αὐτῆς δὴ τῆς J | 11 πανσέμνου V, πανσέπτου JMBA | σεβασμίας V, παναγίας JMBA | 12 δ’ J, τ’ VMBA | 14 γεγεν. λόγοι = MBA | 18 Wortfolge αὐτοῦ τῆς ψυχῆς ἦν Α | 22 nach σφὰς + αὐτοὺς ΜΒΑ | 23 κωυτοῦ J, κωκυτοὺς VMBA | nach φωνὰς + τε V | nach οἰμωγαῖς < θ’ VA | βοαῖς] φωναῖς V | 26 ἀπε- κλάοντο VJ, ἀπεκαλοῦντο ΜΒ, ἀνεκαλοῦντο Α | 27 πάντι + vor κόσμω ΜΒΑ | 30 ἄλλοι — ποιουμένου < J | ἐώκεσαν JA | 31 τὸ Val., τε HSS | ἑαυτὸν V, αὐτὸν JMBA.)Ἄραντες δ’ οἱ στρατιωτικοὶ τὸ σκῆνος χρυςῇ κατετίθεντο λάρωακι, ταύτην θ’ ἁλουργίδι βασιλικῇ περιέβαλλον ἐκόμιζόν τ’ εἰς τὴν βασιλέως ἐπώνυμον οἴκῳ βάθρον ἐφ’ ὑψηλὸν κατετίθεντο, φῶτά τ’ ἐξάψαντες κύκλῳ ἐπὶ σκευῶν χρυςῶν θαυμαστὸν θέαμα τοῖς ὁρῶσι παρεῖχον, οἷον ἐπ’ οὐδενὸς πώποτε ὑφ’ ἡλίου αὐγαῖς ἐκ πρώτης αἰῶνος συστάσεως ἐπὶ γῆς ὤφθη. 2ἔνδον γάρ τοι ἐν αὐτῷ παλατίῳ κατὰ τὸ μεσαίτατον τῶν βασιλείων ἐφ’ ὑψηλῆς κείμενον χρυςῆς λάρνακος τὸ βασιλέως σκῆνος, βασιλικοῖς τε κόσμοις πορφύρᾳ τε καὶ διαδήματι τετιμημένον, πλεῖστοι περιστοιχισάμενοι ἀπαγρύπνως δι’ ἡμέρας καὶ νυκτὸς ἐφρούρουν.
Oἱ δέ γε τοῦ παντὸς στρατοῦ καθηγεμόνες κόμητές τε καὶ πᾶν τὸ τῶν ἀρχόντων τάγμα, οἷς τὸν βασιλέα νόμος καὶ πρότερον ἦν προσκυνεῖν, μηδὲν τοῦ συνήθους ὑπαλλαξάμενοι τρόπου τοῦς δέουσι καιροῖς εἴσω παριόντες τὸν ἐπὶ τῆς λάρωακος βασιλέα οἷά περ ζῶντα καὶ μετὰ θάνατον γονυκλινεῖς ἠσπάζοντο. μετὰ δὲ τοὺς πρώτους ταῦτα ἔπραττον παριόντες οἵ τ’ ἐξ αὐτῆς συγκλήτου βουλῆς, οἵ τ’ ἐπ’ ἀξίας πάντες, μεθ’ οὕς ὄχλοι παντοίων δήμων γυναιξὶν ἅμα καὶ παιςὶν ἐπὶ τὴν θέαν παρῇεσαν.