Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Κἄπειτα τὴν φωνὴν ἀνυφώσας εὐχριστήριον ἐνέπεμπε τῷ θεῷ προσευχήν μεθ’ ἥν ἐπῆγε λέγων· ,,Νῦν ἀληθεῖ λόγῳ μακάριον οἶδ’ ἐμαυτόν, νῦν τῆς ἀθανότου ζωῆς πεφάνθαι ἄξιον, νῦν τοῦ θείου μετειληφέναι φωτός. ‘’ ἀλλὰ καὶ τάλανας ἀπεκάλει, ἐθλίους εἶναι λέγων, τοὺς τῶνδε τῶν ἀγαθῶν στερουμένους.
ἐπεὶ δὲ τῶν [*](1 γονυκλινὴς V, γόνυ κλίνας JMBA | 2 τῶ < V | 3 μεταβὰς: hier neues Cap. in MB | μεταβὰς — 5 διελέξατο < V | 8 σφραγ.] χαρίσματος Val. | 9 ἐπὶ: hier neues Cap. in MB | ὅπερ + Wil. | 15 ἐκκλησιάζοντας V | καὶ + Hkl | 16 ὁ μὲν: hier das neue Cap. ξγ (63) in VMB1| τοῦτ’ JMBA | 17 νόμημα V | 18 προσδιαστειλάμενοι VMBA, προδιαστιλάμενοι J, Bedeutung? | 19 μυστηρίοις V, μαρτυρίοις JMBA | 20 τε] γε V | 21 ἀνακαινοῦτο V | ἐνεμπίμπλατο V, ἀνεπίμ- λατο JA | 22 ἐκπεπληγμένος JMB2 | 25 οὐκ ἔθ’] οὐ καθ’ V | 27 κἄπειτα: hier nicht neues Cap. in VMB | 28 ἀληθεῖ, ει auf Ras. J, ἀληθῆ ΜΒ | 29 ἐμαυτόν, ε auf Ras., V | 30 ἀθλίους εἶναι λέγων < Hkl, εἶναι λέγων < J.)
εἶτα ἐπὶ τούτοις τὰ προσήκοντα διετάττετο, καὶ Ῥωμαίους μὲν τοὺς τὴν βασιλία πόλιν οἰκοῦντας ἐτίμα δόσεσιν ἐτησίαις, τοῖς δ’ αὐτοῦ παιςὶν ὥσπερ τινὰ πατρικὴν ὕπαρξιν τὸν τῆς βασιλείας παρεδίδου κλῆρον, πάνθ’ ὅσα φίλα ἦν αὐτῷ διατυπωσάμενος.
Ἕκαστα δὲ τούτων ἐπὶ τῆς μεγίστης συνετελεὶτο ὁρτῆς, τῆς δὴ πανσέμενου καὶ σεβασμίας πεντηκοστῆς ἑβδομάσι μὲν ἑπτὰ τετιμημένης μονάδι δ’ ἐπισφραγιζομένης, καθ’ ἥν τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ κοινοῦ σωτῆρος τὴν τε τοῦ ἁγίου πνεύματος εἰς ἀνθρώ- πους κόθοδον γεγενῆσθαι λόγοι περιέχουσι θεῖοι.
ἐν δὴ ταύτῃ τούτων ἀξιωθεὶς βασιλεύς, ἐπὶ τὴς ὑστάτης ἁπαςῶν ἡμέρας, ἥν δὴ ἑορτὴν ἑπρτῶν οὐκ ἄν τις διαμάρτοι καλῶν, ἐμφὶ μεσημβρινὰς ἡλίου ὥρας πρὸς τὸν αὐτοῦ θεὸν ἀνελαμβάνετο, θνητοῖς μὲν τὸ συγγενὲς παραδοὺς ἔχειν, αὐτὸς δ’ ὅσον ἦν αὐτοῦ τῆς ψυχῆς νοερόν τε καὶ φιλόθεον τῷ αὐτοῦ θεῷ συναπτόμενος. τοῦτο τέλος τῆς Κωνσταν- τίνου ζωῆς. ἀλλὰ γὰρ ἐπίωμεν ἐπὶ τὰ ἑξῆς.