Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Τοῦτο μὲν οὖν πρῶτον ὡσανεὶτοῦ παντὸς κεφαλὴν ἐξαιρέτοις κίοσι κόσμῳ τε πλείστῳ κατεποίκιλεν ἡ βασιλέως φιλοτιμία, παντοίοις καλλωπίσμασι τὸ σεμνὸν ἄντρον φαιδρύνουσα.

Διέβαινε δ’ ἑξῆς ἐπὶ παμμεγέθη χῶρον εἰς καθαρὸν αἴθριον ἀναπεπταμένον, ὃν δὴ λίθος λαμπρὸς κατεστρωμένος ἐπ’ ἐδάφους ἐκόσμει, μακροῖς περιδρόμοις στοῶν ἐκ τριπλε3 ύρου περιεχόμενον.

Τῷ γὰρ καταντικρὺ πλευρῷ τοῦ ἄντρου, ὃ δὴ πρὸς ἀνίσχοντα ἥλιον ἑώρα, ὁ βασίλειος συνῆπτο νεώς, ἔργον ἐξαίσιον εἰς ὕψος ἄπειρον ἠρμένον μήκους τε καὶ πλάτους ἐπὶ πλεῖστον εὐρυνό- [*](15 Apok. Joh. 3, 12 u. 21,2 – 20 vgl. S. 89, 23.) [*](1 μέλλοι εἶναι Socr., Theod. J. ~VMBA| 3 ποιήσει ΜΒ, ποιήση (daszweite η auf Ras.) J | 5 ἐνεγκεῖν J| σπουδάση VAJ (aber η auf Ras. J), σπουδάσει ΜΒ, σπούδασον Socr., Theod. | 6 εἴτε τούτου wil. | ἐπικρίνειεν VMB, ἐπικρίνειαν Α, ἐπικρίνειας J, Socr., Theod., (Cod. B),ἐπικρίνοις Theod.(Cod. A). Subjekt ist ἡ σὴ ὁσιότης |7 διαφυλάξη V, Theod., (Cod. A), διαφυλάξει Theod. (Cod.B), διαφυλάξοι JMBA, Socr. | 9 προστεταγμένα V, πράγματα JMBA | 11 ἐρημίας < V | 12 ταύτης V, ταύτη JMBA| 13 νίκην, κ auf Ras. J | δαψιλεῦσιν V | 14 τὴν Ν!|18 δ’ ἦν — μνῆμα <MBA | 20 ἐξαστράπον ΜΒ |23 κατεποίκιλλεν JMBA| 24 τὸ σεμνὸν ἄντρον V, τὸ ἄντρον J, das Ganze < MBA | φαιδρύνουσα VA, καταφαιδρύνουσα J, καὶ φαιδρύνουσα ΜΒ |30 μήκους — εὐρυν. <V.)

v.1.p.94.
μενον· οὗ τὰ μὲν εἴσω τῆς οἰκοδομίας ὕλης μαρμάρου ποικίλης διεκάλυπτον πλακώσεις, ἡ δ’ ἐκτὸς τῶν τοίχων ὄψις ξεστῷ λίθῳ ταῖς πρὸς ἕκαστον ἁρμογαῖς συνημμένῳ λαμπρυνομένη ὑπερφυές τι χρῆμα κάλλους τῆς ἐκ μαρμάρου προσόψεως οὐδὲν ἀποδέον παρεῖχεν.

ἄνω δὲ πρὸς αὐτοῖς ἀρόφοις τὰ μὲν ἐκτὸς δώματα μολίβου περιέφραττεν ὕλη, ὄμβρων ἀσφαλὲς ἔρυμα χριμερίων, τὰ δὲ τῆς εἴσω στέγης γλυτοῦ βασιλείου οἴκου συνεχέσι ταῖς πρὸς ἀλλήλας συμπλοκαῖς ἀνευρυνόμενα, χρυσῷ τε διαυγεῖ δι’ ἅλου κεκαλλυμμένα, φωτὸς οἷα μαρμαρυγαῖς τὸν πάντα νεὼν ἐξαστράπτειν ἐποίει.

Ἀμφὶ δ’ ἑκάτερα τὰ πλευρὰ διττῶν στοῶν, ἀναγείων τε καὶ καταγείων, δίδυμοι παραστάδες τῷ μήκει τοῦ νεὼ συνεξετείνοντο, χρυσῷ καὶ αὗται τοὺς ὀρόφους πεποικιλμέναι· ὧν αἱ μὲν ἐπὶ προσώπου τοῦ οἴκου κίοσι παμμεγέθεσιν ἐπηρείδοντο, αἱ δ’ εἴσω τῶν ἔμπροσθεν ὑπὸ πεσσοῖς ἀνηγείροντο πολὺν τὸν ἔφωθεν περιβελημένοις κόσμον. πύλαι δὲ τρεῖς πρὸς αὐτὸν ἀνίσχοντα ἥλιον εὖ διατάξαι κείμεναι τὰ πλήθη τῶν εἴσω φερομένων ὑπεδέχοντο.

Τούτων δ’ ἀντικρὺς τὸ κεφάλαιον τοῦ παντὸς ἡμισφαίριον ἦν ἐπ’ ἄκρου τοῦ βασιλείου τεταγμένον, ὃ δὴ δυοκαίδεκα κίονες ἐστεφάνουν, τοῖς τοῦ σωτῆρος ἀποστόλοις ἰσάριθμοι, κρατῆρσι μεγίστοις ἐξ ἀργύρου πεποιημένοις τὰς κορυφὰς κοσμούμενοι, οὓς δὴ βασιλεὺς αὐτὸς ἀνάθημα κάλλιστον ἐδωρεῖτο τῷ αὐτοῦ θεῷ.

Ἔνθεν δὲ προϊόντων ἐπὶτὰς πρὸ τοῦ νεὼ κειμένας εἰσόδους αἴθριον διελάμβανεν ἄλλο. ἐξέδραι δ’ ἦσαν ἐνταυθοῖ παρ’ ἑκάτερα, καὶ αὐλὴ πρώτη στοαὶ τ’ ἐπὶ ταύτῃ, καὶ ἐπὶ πᾶσιν αἱ αὔλειοι πύλαι, μεθ’ ἃς ἐπ’ αὐτῆς μέσης πλατείας ἀγορᾶς τὰ τοῦ παντὸς προπύλαια φιλοκάλως ἠσκημένα τοῖς τὴν ἐκτὸς πορείαν ποιουμένοις καταπληκτικὴν παρεῖχον τὴν τῶν ἔνδον ὁρωμένων θέαν.