Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτω διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλικὴν τῶν ἁπανταχοῦ βελτίονα ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι, ὡς πάντα τά ἐφ’ ἑκάστης καλλιστεύοντα πόλεως ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι.

καὶ περὶ μὲν τῆς τῶν τοίχων ἐγέρσεώς τε καὶ καλλιεργίας Δρακιλιανῷ τῷ ἡμετέρῳ φίλῳ, τῷ διέποντι τὰ τῶν ἐπάρχων μέρη, καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι παρ’ ἡμῶν ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε. κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας καὶ τεχνίτας καὶ ἐργάτας καὶ πάνθ’ ὅσα περὶ εἰς οἰκοδομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίαςα, παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι.

περὶ δὲ τῶν κιόνων εἴτ’ οὖν μαρμάρων, ἃ δἂν νομίσειας εἶναι τιμιώτατά τε καὶ χρησιμώτατα αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι τε καὶ χρησιμώτατα αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι σπούδασον, ἵν’ ὅσων δἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ σοῦ γράμμαοτς ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετεχθᾶηναι δυνηθῇ· τὸν γὰρ τοῦ κόσμου θαυμασιώτατον τόπον κατ’ ἀξίαν φαιδρύνεσθαι δίκαιον.

Τὴν δὲ τῆς βασιλικῆς καμάραν πότερον λαδωναρίαν ἢ δι’ ἑτέρας τινὸς ἐργασίας γενέσθαι σοι δοκεῖ, παρὰ [*](5 γίγνωνται VJBA, γίγνονται Μ, γίνοιντο Socr. (Cor. F.), γίνωνται Socr. (Cod. M.), Theod. (Cod. B.), γίγνονται Theod. (cod. A.) | 6 σε Socr., Theod., <HSS | μᾶλλον <VA | 7 μέλει ΑΒ, μέλλει VMJ (aber das zweite λ ausradiert in J) | ἐν] ὃν J| αἰσχίστης — προσθήκης Socr., Theod., αἰσχίσταις — προσθήκαις HSS | 10 τὴν <ΜΒΑ |14 γενέσθαι Socr., Theod., γίνεσθαι VJ, γίγνεσθαι ΜΒΑ|16 δρακιλλιάνῳ Socr., Theod., J | 17 λαμπροτάτων ἐπάρχων Socr., Theod., ἐπαρχιῶν HSS | 18 ἐγκεχειρίσθαι τὴν φροντίδα Socr., Theod., J, ~ VMBA | γίγνωσκε ΜΒ |κεκέλευσται Socr., Theod., κεκέλευται JMBΑ, κεκέλευνται V | 19 εὐσεβείας Socr., Theod., JMBA, ἐξουσίας V | ὅσα περ V, ὅσα περὶ (εἰς<) Socr., Theod., J, ἅπερ ΜΒΑ |20 τὴν < ΜΒΑ | μάθοιεν J | 22 εἴτ’ οὖν Theod., JMBA, ἤτουν V, ἢ τῶν Socr. | τιμιώτατα υ. χρησιμώτατα (statt Compar.) Wil. Wortfolge εἶναι τιμ. τε Socr., Theod., JMBa, τιμ. τε εἶναι V | 23 αὐτὸς Socr., VJ, αὐτοῖς Theod., αὐτῆς ΜΒΑ |24 ἂν JMBA, 25 τὸν γὰρ — δίκαιον <ΜΒΑ|26 θαυμασιώταον (Diels?) Hkl, θαυμασιώτερον HSS| 28 σοι < Socr., Theod.)

v.1.p.93.
σοῦ γνῶναι βούλομαι. εἰ γὰρ λακωναρία μέλλοι εἶναι, δυνήσεται καὶ χρυσῷ καλλωπισθῆναι.

τὸ λειπόμενον, ἵν’ ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος γνωρισθῆναι ποιήσῃ, ὅσων τ’ ἐργατῶν καὶ τεχνιτῶν καὶ ἀναλωμάτων χρεία, καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπουσάσῃ οὐ μόνον περὶ τῶν μαρμάρων τε καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν λακωναριῶν, εἴγε τοῦτο κάλλιον ἐπικρίνειεν. Ὁ θεὸς σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.“

Ταῦτα μὲν ἔγραφε βασιλεύς. ἅμα δὲ λόγῳ δι’ ἔργων ἐχώρει τὰ προστεταγμένα, καὶ δὴ κατ’ αὐτὸ τὸ σωτήριον μαρτύριον ἡ νέα κατεσκευάζετο Ἱερουσαλήμ, ἀντιπρόσωπος τῇ πάλαι βοωμένῃ ἣ μετὰ τὴν κυριοκτόνον μιαιφονίαν ἐρημίας ἐπ’ ἔσχατα περιτραπεῖσα δίκην ἔτισε δυσσεβῶν οἰκητόρων.

ταύτης δ’ οὖν ἄντικρυς βασιλεὺς τὴν κατὰ τοῦ θανάτου σωτήριον νίκην πλουσίαις καὶ δαψιλέσιν ἀνύψου φιλοτιμίαις, τάχα που ταύτην οὖσαν τὴν διὰ προφητικῶν θεσπισμάτων κεκιηρυγμένην καινὴν καὶ νέαν Ἱερουσαλήμ, ἧς πέρι μακροὶ λόγοι μυρία δι’ ἐνθέου πνεύματος θεσπίζοντες ἀνυμνοῦσιν· καὶ δὴ τοῦ παντὸς ὥσπερ τινὰ κεφαλὴν πρῶτον ἁπάντων τὸ ἱερὸν ἄντρον ἐκόσμει· μνῆμα δ’ ἦν αίωνίου μηνήμης γέμον, τοῦ μεγάλου σωτῆρος τὰ κατὰ τοῦ θανάτου περιέχον τρόπαια, μνῆμα θεσπέσιον, παρ’ ᾧ φῶς ἐξαστράπτων ποτὲ ἄγγελος τὴν διὰ τοῦ σωτῆρος ἐνδεικνυμένην παλιγγενεσίαν τοῖς πᾶσιν εὐηγγελίζετο.