Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Τούτων δὲ πραττομένων φάσμα τι λόγου κρεῖττον ἀμφὶ τὰς ὑπηκόους τῷ τυράννῳ πόλεις ὦφθαί φασιν· ὀπλιτῶν γὰρ τῶν ὑπὸ Κωνσταντῖνον ἐδόκουν ὁρᾶν διάφορα τάγματα ἐν αὐταῖς μέσαις ἡμέραις διερχόμενα τὰς πόλεις ὡσανεὶ κεκρατηκότα τῆς μάχης· καὶ ταῦτ’ ἐβλέπετο μηδενός πω τῇ ἀληθείᾳ μηδαμῆ φαινομένου, θειοτέρᾳ δὲ καὶ δρείττονι δυνάμει τῆς φανείσης ὄψεως τὸ μέλλον ἔσεσθαι προφαινούσης. ἐπεὶ δὲ τὰ στρατιωτικὰ συμβολῆς ἥπτετο, προκατῆρχε τοῦ πολέμου ὁ τὰς φιλικὰς διαρρήξας συνθήκας. ἐνταῦθα δὴ Κων- [*](1 εἴλατο V | 2 lieber ξενὸν οὐκ ὁπ. Hkl| πεπλαμένωνς so J| 3 ᾧ] ὁ V | 4 πρότερον δὲ ∾ JBA | 5 παρὼν] παρ’ ὁν V | 6 θατέρω, ω auf Ras., J | δικαιωτάτους ἡμετέρους V, δικαιότατα (τοὺς nachher hinzugefügt) ἡμετ. J, δικαιότατα τοὺς ἡμετ. ΜΒΑ| 8 Wortfolge καὶ βοηθοὺς ἀληθ. Α | 9 εἷς, aber Punkte uter ς, V, εἴ JMBA| 10 ὁποῖος οὐδ’ V, ὁποῖς οὐκ οἶδ’ J, <MBA | 12 δέον VJ, δὲ ΜΒΑ|ἀνατιθέναι VJ, τιθέναι ΜΒΑ| 13 μηδὲν — τοῦ VJ, nur δεῖ ΜΒΑ| 14 γινέσθω Wil., γίνεσθαι VJ | μακρὰν JMB, in A ein Buchst. ausradiert nachher ὰ | 15 τούτοις VJ, οὕτως ΜΒΑ| 16 κρατήσειεν V, κρατήσει ἄν Μ |17 ὡρμῶμεν V | 18 προσδιείλεκτο VMB, προδιείλεκτο JA | ποιουμένοις VJB 2, κεκλημένοις AB, ποιουμένοις κεκλημένοις (so) M | 19 σμικρὸν V, μικρὸν JMBA| 20 τοιούτοις διεξ. λόγοις V | ἡγεῖσθαι ΗSS, ἅπτεσθαι Ηκl, vgl. Z. 28 | 21 συμβουλῆς Μ, συμβολῆς, nach o Rasur, J | τὰ στρατ. παρ. ∾ ΜΒΑ| παρήγγελε ΜB | 24 ἐδόκουν V, < JMBA| 25 κεκρατηκότας V | 26 πω V, που JMBA| μηδαμοῦ J.)

v.1.p.44.
σταντῖνος θεὸν σωτῆρα τὸν ἐπὶ πάντων ἐπικαλεσάμενος, σύνθημά τε τοῦτο δοὺς τοῖς ἀμφ αὐτὸν ὁπλίταις, πρώτης ἐκράτει παρατάξεως, εἶτ' οὐκ εἰς μακρὸν δευτέρας συμβολῆς κρείττων ἦν καὶ κρειττόνων ἤδη νικητηρίων ἐτύγχανεν, τοῦ σωτηρίου τροπαίου προπομπεύοντος τῆς ἀμφ’ αὐτὸν φάλαγγος.

VII Ἔνθα δὴ οὖν ἀνεφάνη τοῦτο, φυγὴ μὲν τῶν ἐναντίων ἐγίνετο δίωξις δὲ τῶν κρατούντων. ὃ δὴ συνιδὼν βασιλεύς, τοῦ οἰκείου στρατοῦ εἴπου τι τάγμα κεκμη- κὸς ἑώρα, οἷόν τι νικητικὸν ἀλεξιφάρμακον ἐνταυθοῖ τὸ σωτήριον τρόπαιον παρεῖναι διεκελεύετο, ᾠ παραυτίκα συνανέβαινεν ἡ νίκη, ἀλκῆς καὶ ῥώμης σὺν θείᾳ τινὶ μοίρᾳ δυναμούσης τοὺς ἀγωνιζομένους

Διὸ δὴ τῶν ἀμφ’ αὐτὸν ὑπασπιστῶν τοὺς καὶ σώματος ἰσχύι καὶ ἀρετῇ ἀρετῇ καὶ θεοσεβείας τρόποις ἐγκρίτους μόνῃ τῇ τοῦ σημείου διακονίᾳ προσκαρτερεῖν ἐκέλευσεν· ἦσαν δ' ἄνδρες τὸν ἀριθμὸν οὐχ ἥττους πεντήκοντα, οἶς οὐδὲν ἕτερον ἦν μέλον ἢ κυκλοῦν καὶ περιέπειν δορυφορίᾳ τὸ σημεῖον, ἀμοιβαίως ἑκάστου φέροντος αὐτὸ ἐπὶ τῶν ὤμων. ταῦτα βασιλεὺς αὐτὸς τοῖς τὴν γραφὴν ποιουμένοις ἡμῖν ἐπὶ καιροῦ σχολῆς μακρῷ τῶν πραγμάτων ὕστερον ὑφηγεῖτο, προσθεὶς θαῦμα μνημονευθῆναι ἄξιον τῷ διηγήματι.

Ἔφη γάρ ποτε ἐν μέσῃ τοῦ πολέμου συμβολῇ κτύπου καὶ ταραχῆς ἀθρόας διαλαβούσης τὸ στρατιωτικόν, τὸν ἐπὶ τῶν ὤμων φέροντα τὸ σημεῖον ὑπὸ δειλίας ἐν ἀγωνίᾳ γενέσθαι κἄπειτα μεταπαραδοῦναι αὐτὸ ἑτέρῳ, ὡς ἂν διαφύγοι τὸν πόλεμον. ὡς δ' ὁ μὲν ὑπεδέδεκτο, ὁ δ' ὑποβὰς ἐκτὸς ἐγένετο τῆς τοῦ σημείου φυλακῆς, βέλος ἀκοντισθὲν αὐτοῦ κατὰ τῆς νηδύος πήγνυται καὶ τὴν ζωὴν ἀφαιρεῖται αὐτοῦ. ἀλλ' οὑτος μὲν δειλίας καὶ ἀπιστίας δίκην ἐκτίσας ἐνταυθοῖ νεκρὸς ἔκειτο, τοῦ δὲ τὸ σωτήριον τρόπαιον αἰωροῦντος ζωῆς ἐγίγνετο φυλακτήριον, ὡς πολλάκις βελῶν κατ’ αὐτοῦ πεμπομένων τὸν μὲν φέροντα διασώσεσθαι, τὸ δὲ τοῦ τροπαίου δόρυ δέχεσθαι xa βαλλόμενα. καὶ ἦν γε τοῦτο παντὸς ἐπέκεινα θαύματος,

ὡς ἐν βραχυτάτῃ περιφερείᾳ τοῦ δόρατος ἱκνούμενα τὰ τῶν πολε-

[*](20 ff.: vgl. Sozom. H.E. Ι,4 (24).)[*](5 δὴ V, δ’ JMBA Ι 7 ὁ βασιλ. JMBA Ι 8 οἱονεί JMBA Ι 9 συνανέφαινεν ἡ V, συν-ε < ἡ) JMBA Ι 11 τῶν] τὸν V Ι τοὺς VJ, aber υ auf Ras. J, τοῖς MBA Ι < Λ Ι ἰσχύει V Ι 12 ἐγκρίτους V, ἐγκρίτοις JMBA, ἐγκρίταις B2 Ι 13 ἐκέλευεν 14 οὐδὲν ἕτερον] οὐδέτερον V Ι μέλον V, u. in J aus μέλλον verbessert, μόνον MBA Ι 15 φέροντος < MB, Wortfolge αὐτὸ ἐπὶ τῶν ὤμων φέροντος A Ι ἡμῖν < MBA Ι MBA V Ι 18 θαῦμα V, ὁ καὶ J, < MBA Ι 19 μέσω JM MB Ι 21 ἐν ἀγωνίᾳ Val., ἐν ἀγῶνι HSS Ι 23 ὑπεδέδεκτο V, ὑποδέδεκτο JMBA ὅς δ' JMB2 τῆς < V Ι 25 ἀλλ' hier das neue Cap. ί) in VMB | ovxoq WiL, avxdqHSS Ι ἐκτείνας JM, aber ει vielleicht ändert in ι, Μ. ἐκτίνας B Ι 27 ἐγιγν. V, ἐγιν. JMBA.)
v.1.p.45.

μίων βέλη ἐν αὐτῷ μὲν πηγνύμενα κατεπείρετο, ἠλευθέρου δὲ θανάτου τὸν φέροντα, ὡς μηδὲν ἅπτεσθαι τῶν ταύτην ποιουμένων τὴν διακονίαν πώποτε. οὐχ ἡμέτερος δ' ὁ λόγος ἀλλ' αὐτοῦ πάλιν βασιλέως εἰς ἡμετέρας ἀκοὰς πρὸς ἑτέροις καὶ τοῦτον ἀπομνημονεύσαντος· ὃς δπειδὴ θεοῦ δυνάμει τὰς πρώτας ἤρατο νίκας, ἐπὶ τὰ πρόσω λοιπὸν ἤλαυνε, τὸ στρατιωτικὸν ἐν τάξει κινήσας.

Τούτων δὲ τὴν πρώτην ὁρμὴν οἱ τῆς ἐναντίας προκατάρχοντες λήξεως οὐχ ὑποστάντες, τοῖν χεροῖν ῥίψαντες τὰ ὅπλα προσεχώρουν τοῖς βασιλέως ποσίν, ὁ δὲ τοὺς πάντας σώους ὑπεδέχετο τῇ τῶν ἀνδρῶν ἀσμενίζων σωτηρίᾳ. ἄλλοι δ’ ἐπὶ τοῖς ὅπλοις μείναντες ἐνεχείρουν τῇ τοῦ πολέμου συμβολῇ· οὓς ἐπειδὴ προκλήσεις φιλικὰς προισχόμενος βασιλεὺς οὐ πειθομένους ἔγνω, τὸν στρατὸν ἠφίει. οἱ δ’ αὐτίκα νῶτα δόντες εἰς φυγὴν ἐτράποντο. εἶτα οἱ μὲν αὐτῶν νόμῳ πολέμου ἐκτείνοντο καταλαμβανόμενοι, πλείους δ' ἐπ ἀλλήλοις πίπτοντες τοῖς οἰκείοις κατεβάλλοντο ξίφεσιν.

Ἐκπλαγεὶς δ' ἐπὶ τούτοις ὁ τούτων ἐξάρχων, ἐπειδὴ τῆς παρὰ τῶν οἰκείων βοηθείας γυμνωθέντα συνεῖδεν ἑαυτόν, φροῦδον τε ἠν αὐτῷ τὸ πολὺ πλῆθος τῆς συνειλεγμένης αὐτῷ στρατείας τε καὶ συμμαχίας, ἥ τε ὡν ᾤετο θεῶν ἐλπὶς τὸ μηθὲν οὐσα πείρᾳ διηλέγχετο, τηνικαῦτα δρασμὸν αἴσχιστον ὑπομένει· φεύγων δῆτα σὺν βραχέσιν ἐπὶ τὰ εἴσω τῆς ὑπηκόου διέβαινεν έν ἀσφαλεῖ τ' ἐγίνετο, τοῦ θεοφιλοῦς μὴ κατὰ πόδας διώκειν τοῖς οἰκείοις ἐγκελευομένου, ὡς ἂν τύχοι σωτηρίας ὁ φεύγων. ἤλπιζε γάρ ποτε αὐτόν, συναισθόμενον οἶ κακῶν ἵοι, λῆξαι μὲν τῆς μανιώδους. θρασύτητος, ἐπὶ τὸν κρείττονα δὲ λογισμὸν μεταβαλεῖσθαι τὴν γνώμην.