Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Οὐ μὴν ἀβασίλευτος ἔμενεν ἡ ἀρχή, αὐτῇ δ' ἁλουργίδι πατρικῇ Κωνσταντῖνος κοσμησάμενος τῶν πατρικῶν οἴκων προᾐει, ὥσπερ ἐξ ἀναβιώσεως τὸν πατέρα βασιλεύοντα δι' ἑαυτοῦ δεικνὺς τοῖς πᾶσιν. εἶτα τῆς προκομιδῆς ἡγούμενος σὺν τοῖς ἀμφ' αὐτὸν πατρικοῖς φίλοις τὸν πατέρα προύπεμπε· δήμων τε πλήθη μύρια στρατιωτῶν τε δορυφορίαι, τῶν μὲν ἡγουμένων τῶν δὲ κατόπιν ἑπομένων, σὺν παντὶ κόσμῳ τὸν θεοφιλῃ συνέπεμπον, εὐφημίαις τε καὶ ὕμνοις οἱ πάντες τὸν τρισμακάριον ἐτίμων, ὁμογνώμονί τε συμφωίᾳ τοῦ τεθνεῶτος ἀναβίωσιν τὴν τοῦ παιδὸς κράτησιν ἐδόξαζον βοαῖς τε εὐφήμοις τὸν νέον βασιλέα αὐτοκράτορα καὶ σεβαστὸν αὔγουστον εὐθέως ἐκ πρώτης ἀνηγόρευον φωνῆς.
καὶ τὸν μὲν τεθνη- [*](2 τὰς σὺν αὐτῷ in leerem Raume <J, διατριβὰς—4 θάντον αὐτῷ < JMBA προστίψασθαι (so!) ρος auf Ras., J| 6 συμπνεύσει V, συννεύσει JMBA| 7 τοῦτο VM| 8 Mωυσέως V, Μωυσέος JMBA| 9 διαδοχῇ] διαθήκῃ Val.| παρεῖναι V, συνεῖναι JMBA| 13 ἐξαλλώμενος V, ό auf Ras. J| 14 περιλαβὼν JMB| lieber αὐτῷ Hkl| χεῖρε VJ, χέρε ΜΒ, εῖ auf Ras. A| 21 τῇ ἡλικίᾳ Val., τὴν ἡλικίαν HSS| παραδιδοὺς J| 26 τὸν πατέρα — δορυφ. < ΜΒΑ| πλήθει μυρία J| 28 συνέπεμπον V, συνέπεμπεν JMBA| 31 σεβαστὸν < Hkl.)
Τῶν δ' ἄλλων, ὅσοι τὰς στροφὰς οὐκ εἶναι πρέπον ἔκρινα τῷ παρόντι παραδοῦναι διηγήματι οὐδὲ τὰς τῶν ἀγαθῶν μνήμας τῇ τῶν ἐναντίων παραθέσει μιαίνειν. ἀπαρκεῖ δὲ ἡ τῶν ἔργων πεῖρα πρὸς σωφρονισμὸν τῶν αὐταῖς ὄψεσι καὶ ἀκοαῖς τὴν τῶν ἑκάστῳ συμβεβηκότων παρειληφότων ἱστορίαν.