Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Γαῦρον δὴ οὖν ἐπὶ τούτοις ῥωμαλέον τε καὶ μέγαν [*](4 αὐτοῖς ἀθρόας ~ Wil. Ι 6 ὁ VMB, < JA, vgl. Class. Rev. XII, 338ff. Ι 7 τῷ] τὁ MB | αὐτοκρατόρων -I- vor καισάρων JMBA Ι 8 πρωτεῖα VJ, πρῶτα MBA Ι 11 λοιποὺς Y, πολλοὺς JMBA Ι 12 ἐπειδὴ hier neues Cap. in V Ι δὲ < V Ι 13 τὸν βίον Hkl, τοῦ βίου HSS Ι 15 Wortfolge τὸν πρ. τῶν παίδων JMBA Ι 17 Συνῆν nicht neues Cap. in VMBA Ι 19 δ’ ἐκ τοῦ παιδὸς V, δ' ἐκ παιδὸς J, ἄχρι καὶ παιδὸς MBA Ι 20 αὐτῆς MB Ι 21 παλαιστίνον V, παλαιστηνῶν JMBA Ι 23 ἐθέλουσιν J, )

v.1.p.18.
φρονήματός τε μεστὸν τὸν νεανίαν οἱ τηνικαῦτα κρατοῦντες θεώμενοι φθόνῳ καὶ φόβῳ, τὰς σὺν αὐτῷ διατριβὰς οὐκ ἀσφαλεῖς αὐτοῖς εἶναι διανοηθέντες, ἐπιβουλὰς κατ' αὐτοῦ λαθραίας ἐμηχανῶντο, αἰδοῖ τῇ πρὸς τὸν αὐτοῦ πατέρα προφανῆ θάνατον αὐτῷ προστρίψασθαι φυλαττόμενοι. 2ὃ δὴ συναισθόμενος ὁ νεανίας, ἐπεὶ καὶ πρῶτον αὐτῷ καὶ δεύτερον κατάφωρα θεοῦ συμπνεύσει τὰ τῆς ἐπιβουλῆς ἐγίνετο, φυγῇ τὴν σωτὴρίαν ἐπορίζετο κἀν τούτῳ τοῦ μεγάλου προφήτου Μωὑσέως τὸ μίμημα διασώζων. τὸ δὲ πᾶν αὐτῷ συνέπραττεν ὁ θεός, τῇ τοῦ πατρὸς διαδοχῇ προμηθούμνενος αὐτὸν παρεῖναι.

Αὐτίκα δ' οὖν ἐπειδὴ τῶν ἐπιβούλων τὰς μηχανὰς διαδρὰς σπεύδων ἀφίκετο πρὸς τὸν πατέρα, ὁμοῦ μὲν αὐτὸς χρόνιος παρῆν, κατὰ τὸ αὐτὸ δὲ τῷ πατρὶ τὰ τῆς τοῦ βίου τελευτῆς ἐπὶ ξυροῦ ἵστατο. ὡς δ' ἀπροσδόκητον εἶδεν ὁ Κωνστάντιος παρεστῶτα τὸν παῖδα, ἐξαλλόμενος τῆς στρωμνῆς περιβαλών τε αὐτὸν τὼ χεῖρε καὶ τὸ μόνον λυπηρὸν αὐτῷ μέλλοντι τὸν βίον ἀποτίθεσθαι (τοῦτο δ' ἦν ἡ τοῦ παιδὸς ἀπουσία) τῆς ψυχῆς ἀποβεβληκέναι εἰπών, εὐχάριστον ἀνέπεμπε τῷ θεῷ τὴν εὐχήν, νῦν αὐτῷ τὸν θάνατον ἀθανασίας κρείττονα λογίσασθαι φήσας, καὶ δὴ τὰ καθ' ἑαυτὸν διετάττετο,

υἱοῖς θ' ἅμα καὶ θυγατράσι συνταξάμενος χοροῦ δίκην αὐτὸν κυκλοῦσιν, ἐν αὐτοῖς βασιλείοις ἐπὶ βασιλικῇ στρωμνῇ, τὸν κλὴρον τῆς βασιλείας νόμῳ φύσεως τῷ τῇ ἡλικίᾳ προάγοντι τῶν παίδων παραδούς, διανεπαύσατο.