De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

δι’ ὧν ἁπάντων ἕτερον ἑαυτὸν τοῦ πατρὸς δείκνυσιν. καὶ τὸ ὑπερέχον τῆς δόξης τοῦ πατρὸς παρίστησιν διὰ τοῦ τὸν μὲν ἀπεσταλκέναι λέγειν, ἑαυτὸν δὲ ἀπεστάλθαι καὶ ἐκ τοῦ οὐρανοῦ κατεληλυθέναι »οὐχ ἵνα ποιήσῃ τὸ θέλημα τὸ ἑαυτοῦ ἀλλὰ τὸ τοῦ πέμψαντος« αὐτόν. καὶ τί ἂν πρὸς ταῦτα φαίη Μάρκελλος, ἀκούων τοῦ κατεληλυθότος ἐξ οὐρανοῦ ταῦτα διδάσκοντος; οὐ γὰρ δήπου καὶ νῦν τὴν σάρκα τοῦ σωτῆρος ταῦτα φάσκειν ἐρεῖ· οὐ γὰρ ἡ σάρξ ἐκ τοῦ οὐρανοῦ κατελήλυθεν.

τίνα τοίνυν ἐρεῖ τὸν ἐκ τοῦ οὐρανοῦ κατεληλυθότα καὶ ταῦτα διδάσκοντα; πότερα τὸν θεὸν αὐτὸν ἢ τὸν τούτῳ συνημμένον λόγον; ἀλλ’ εἰ λέγοι τὸν πατέρα, γυμνῶς ἀνακαλύψας τὸν Σαβέλλιον, αὐτὸς αὐτὸν ὁ σωτὴρ ἐψευσμένον ἀπελέγξει λέγων »καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με«,

καὶ »οὐ δύναμαι ἐγὼ ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδέν· καθὼς ἀκούω κρίνω«, καὶ »οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με«, καὶ »ὁ πατήρ μου μείζων μού ἐστιν«. ταῦτα γὰρ οἴεσθαι τὸν πατέρα φάσκειν ἐσχάτης ἂν εἴη μανίας.

εἰ δὲ τὸν ἐν τῷ θεῷ συμφυᾶ λόγον καὶ τὴν διάνοιαν αὐτοῦ, καθ’ ἣν λογίζεται καὶ ἔνδον ἐν ἑαυτῷ διανοεῖται, τὰ προκείμενα διεξιέναι φησίν, καὶ πῶς ἂν ἡ ἐνθύμησις τοῦ θεοῦ καὶ ἡ ἐν αὐτῷ διάνοια καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ; πῶς δ’ ἐν τῇ σαρκὶ ᾗ ἀνείληφεν γενομένη ταῦτα διεξῄει; πῶς δ’ ‹ὁ› ἐν τῷ θεῷ λόγος ἐρεῖ καταβεβηκέναι »οὐχ ἵνα ποιήσῃ τὸ θέλημα αὐτοῦ ἀλλὰ τὸ τοῦ πέμψαντος« αὐτόν; |

διὰ τούτων μὲν ὁ υἱὸς τοῦ θεοῦ τὸ πρὸς τὸν πατέρα σέβας ἑαυτοῦ παρίστησιν· ὅτε δὲ τῶν γεννητῶν ἁπάντων καθηγεῖται τῶν δι’ αὐτοῦ γεγενημένων, ὡς ἂν ἀπάντων ὑπάρχων σωτὴρ καὶ κύριος καὶ δημιουργός (»πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«), τηνικαῦτα καὶ θεὸς καὶ δεσπότης καὶ σωτὴρ καὶ βασιλεὺς ἀναγορεύοιτο ἄν.