De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

οὐδὲ γὰρ ἰσοτίμους αὐτὰς ὁριζόμεθα οὐδ’ ἄμφω ἀνάρχους καὶ ἀγεννήτους, ἀλλὰ μίαν μὲν τὴν ἀγέννητον καὶ ἄναρχον, θατέραν δὲ γεννητὴν καὶ ἀρχὴν τὸν πατέρα κεκτημένην. διὸ καὶ αὐτὸς ὁ υἱὸς καὶ ἑαυτοῦ εἶναι θεὸν τὸν αὐτοῦ πατέρα διδάσκει, ἐν οἷς φησιν »ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν«.

ὁ μὲν δὴ θεὸς καὶ πατὴρ καὶ αὐτοῦ τοῦ υἱοῦ θεὸς ὢν δείκνυται·

διὸ δὴ εἷς θεὸς τῇ ἐκκλησίᾳ τοῦ υἱοῦ κηρύττεται. ὁ δὲ υἱός, ὅτε μὲν αὐτὸς παραβάλλεται τῷ πατρί. οὐκέτ’ ἔσται καὶ αὐτοῦ τοῦ πατρὸς θεός, ἀλλ’ υἱὸς μονογενὴς καὶ ἀγαπητὸς αὐτοῦ καὶ »εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτους« καὶ »ἀπαύγασμα« τῆς πατρικῆς δόξης, σέβει τε καὶ προσκυνεῖ καὶ δοξάζει τὸν ἑαυτοῦ πατέρα θεὸν αὐτὸν καὶ ἑαυτοῦ ἐπιγραφόμενος (‹ᾧ› καὶ εὔχεσθαι ἀναγέγραπται, ᾧ καὶ εὐχαριστεῖ, ᾧ καὶ »ὑπήκοος μέχρις θανάτου« γίνεται), |

ὁμολογεῖ τε ζῆν »διὰ τὸν πατέρα« καὶ μηδὲν δύνασθαι πράττειν ἄνευ τοῦ πατρὸς

64r
καὶ μὴ τὸ ἑαυτοῦ θέλημα ποιεῖν ἀλλὰ τὸ τοῦ πατρός. λέγει δ’ οὖν αὐταῖς συλλαβαῖς »ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με« , καὶ αὖθις »οὐ δύναμαι ἔχω ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με«. καὶ ὅτι γε ἕτερος ἦν ὁ πέμψας αὐτὸν παρ’ αὐτὸν παρίστησιν ἑξῆς λέγων
»ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·

ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοὺ«. εἶτα μνημονεύσας τοῦ βαπτιστοῦ, τὸν πατέρα μάρτυρα εἶναι αὐτοῦ διδάσκει φάσκων »καὶ ὁ πέμψας με πατήρ, αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοὺ«, καὶ προστίθησιν »εἰ ἠγαπᾶτέ με. ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστιν«.