De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοὺ«. εἶτα μνημονεύσας τοῦ βαπτιστοῦ, τὸν πατέρα μάρτυρα εἶναι αὐτοῦ διδάσκει φάσκων »καὶ ὁ πέμψας με πατήρ, αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοὺ«, καὶ προστίθησιν »εἰ ἠγαπᾶτέ με. ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστιν«.

δι’ ὧν ἁπάντων ἕτερον ἑαυτὸν τοῦ πατρὸς δείκνυσιν. καὶ τὸ ὑπερέχον τῆς δόξης τοῦ πατρὸς παρίστησιν διὰ τοῦ τὸν μὲν ἀπεσταλκέναι λέγειν, ἑαυτὸν δὲ ἀπεστάλθαι καὶ ἐκ τοῦ οὐρανοῦ κατεληλυθέναι »οὐχ ἵνα ποιήσῃ τὸ θέλημα τὸ ἑαυτοῦ ἀλλὰ τὸ τοῦ πέμψαντος« αὐτόν. καὶ τί ἂν πρὸς ταῦτα φαίη Μάρκελλος, ἀκούων τοῦ κατεληλυθότος ἐξ οὐρανοῦ ταῦτα διδάσκοντος; οὐ γὰρ δήπου καὶ νῦν τὴν σάρκα τοῦ σωτῆρος ταῦτα φάσκειν ἐρεῖ· οὐ γὰρ ἡ σάρξ ἐκ τοῦ οὐρανοῦ κατελήλυθεν.