De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
διὸ δὴ εἷς θεὸς τῇ ἐκκλησίᾳ τοῦ υἱοῦ κηρύττεται. ὁ δὲ υἱός, ὅτε μὲν αὐτὸς παραβάλλεται τῷ πατρί. οὐκέτ’ ἔσται καὶ αὐτοῦ τοῦ πατρὸς θεός, ἀλλ’ υἱὸς μονογενὴς καὶ ἀγαπητὸς αὐτοῦ καὶ »εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτους« καὶ »ἀπαύγασμα« τῆς πατρικῆς δόξης, σέβει τε καὶ προσκυνεῖ καὶ δοξάζει τὸν ἑαυτοῦ πατέρα θεὸν αὐτὸν καὶ ἑαυτοῦ ἐπιγραφόμενος (‹ᾧ› καὶ εὔχεσθαι ἀναγέγραπται, ᾧ καὶ εὐχαριστεῖ, ᾧ καὶ »ὑπήκοος μέχρις θανάτου« γίνεται), |
ὁμολογεῖ τε ζῆν »διὰ τὸν πατέρα« καὶ μηδὲν δύνασθαι πράττειν ἄνευ τοῦ πατρὸς
64r
καὶ μὴ τὸ ἑαυτοῦ θέλημα ποιεῖν ἀλλὰ τὸ τοῦ πατρός. λέγει δ’ οὖν αὐταῖς συλλαβαῖς »ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με« , καὶ αὖθις »οὐ δύναμαι ἔχω ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με«. καὶ ὅτι γε ἕτερος ἦν ὁ πέμψας αὐτὸν παρ’ αὐτὸν παρίστησιν ἑξῆς λέγων »ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·