Contra Marcellum
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ὁ δὲ ἔτι πρὸς τούτοις ἐπιφέρει ἑξῆς λέγων
(Nr. 19) εἶτα »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι« φησίν· ἐνταῦθα τὰς ἀβύσσους παροιμιωδῶς ὁ προφήτης τὰς τῶν ἁγίων καρδίας εἶναι λέγει τὰς ἐν τῷ ἑαυτῶν βάθει τὴν τοῦ πνεύματος ἐχούσας δωρεάν.
καὶ ἐν τούτοις δὲ πρόσχες, ὅπως εἰς τὴν σάρκα ἐκλαβὼν εἰρῆσθαι τὸ »κύριος ἔκτισέν με«, ἔπειτα στενοχωρούμενος
45r
ὑπὸ τῆς γραφῆς λεγούσης »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι«, τὰς μὲν ἀβύσσους ἑρμηνεύει τὰς τῶν ἁγίων καρδίας λέγων αὐτὰς εἶναι, οὐ συνορᾷ δὲ ὅτι αἱ τῶν ἁγίων καρδίαι, τοῦ Ἀβραὰμ δηλαδὴ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ Μωσέως τε καὶ Ἡλίου καὶ Μελχισεδὲκ καὶ τῶν λοιπῶν προφητῶν, πρὸ τῆς σαρκὸς γεγόνασιν τοῦ σωτῆρος.πῶς οὖν δυνατὸν ἐπὶ τὴν σάρκα ἀναφέρειν ⟨τὸ⟩ »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι«; καὶ μεθ’ ἕτερα δὲ αὖθις ἐπάγει λέγων
(Nr. 20) τί τοίνυν ἐστὶν ⟨καὶ τουτὶ⟩ τὸ κεφάλαιον »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς ⟨τῶν ὑδάτων«; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν⟩. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα, δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται.
καὶ αὖθις ἐπάγει τὸ αὐτὸ γράφων οὕτως
(Nr. 20) εἰκότως οὖν περὶ τῆς κατὰ σάρκα γενέσεως ὁ δεσπότης διὰ τοῦ προφήτου Σολομῶνος λέγοντος »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων« ἔφη.