Contra Marcellum
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
καὶ μεθ’ ἕτερα προστίθησιν λέγων
(Nr. 10) τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστιν σκοπεῖν τῇ διανοίᾳ τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοὺ«. ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν θεός· οὐκ οὖσαν 〈γὰρ〉 τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος 〈ἀλλὰ μὴ οὖσαν ἔκτισεν〉.καὶ ἐπιφέρει αὖθις λέγων
(Nr. 113) οὐκοῦν τοῦτ’ ἐστιν τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«.
ἐπάγει δέ
(Nr. 14) »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«, θεμέλιον μὲν τοῦτον ὀνομάζων, τὴν κατὰ σάρκα αὐτοῦ προορισθεῖσαν οἰκονομίαν. ὡς καὶ ὁ ἀπόστολος λέγει »θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός«. ἑνὸς δὲ αἰῶνος ἐνταῦθα μέμνηται, ἀφ’ οὗ τὰ κατὰ τὸν Χριστὸν τεθεμελιῶσθαι ἔφη.
καὶ πάλιν τὴν αὐτὴν βεβαιοῖ λέξιν φάσκων
(Nr. 17) εἰκότως ὁ προφήτης ἔφη »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«, δηλονότι τὸ κατὰ σάρκα, διὰ τὴν πρὸς τὸν ἀληθῶς υἱὸν αὐτοῦ τὸν λόγον κοινωνίαν.καὶ ἐπιλέγει ἑξῆς
(Nr. 18) εἶτα »ἐν ἀρχῇ« φησὶν »πρὸ τοῦ τὴν γῆν ποιῆσαι«. γῆν ποίαν ταύτην ⟨ἢ⟩ δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν μετὰ τὴν παρακοὴν γῆν αὖθις γενομένην; »γῆ« γὰρ »εἶ« φησὶν »καὶ εἰς γῆν ἀπελεύσῃ«. ἔδει γὰρ ταύτην ἰάσεως τυχεῖν, τινὰ τρόπον κοινωνή〈σα〉σαν τῷ ἁγίῳ λόγῳ.
θέα δὲ πῶς ἐν τούτοις ὁ Μάρκελλος ἑαυτῷ περιπίπτει. φήσας γοῦν ἐν ἑτέρῳ [περιπίπτει] ⟨τὴν σάρκα⟩ εἶναι τὴν »ἀρχὴν ὁδῶν« τοῦ θεοῦ κτισθεῖσαν καὶ πάλιν »θεμέλιον« τὴν αὐτὴν εἶναι εἰπών, ἐπάγει τὸ »πρὸ τοῦ τὴν γῆν ποιήσαι«. εἶθ’ ἑρμηνεύει τὴν γῆν πάλιν τὴν σάρκα εἶναι, οὐχ ὁρῶν ὡς οὐδεμίαν ἔχει ἀκολουθίαν | πρὸ τῆς σαρκὸς τὴν σάρκα ἐκτίσθαι λέγειν καὶ μετὰ τὴν κτίσιν τῆς σαρκὸς πάλιν τὴν σάρκα ὀνομάζειν.