Contra Marcellum
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ’ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.
εἶτα μεταξύ τινα εἰπὼν ἐπιλέγει
(Nr. 68)43rπῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἁπλῶς καὶ ἐμφόβως ἀκολουθεῖν προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον »κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοὺ« , καὶ ὅτι »εἷς ἐστιν« καὶ πλὴν αὐτοῦ ἕτερος »οὐκ ἔστιν«.
καὶ προϊὼν αὖθις διισχυρίζεται φάσκων
(Nr. 40) οὐ καταχρηστικῶς λόγος ὀνομασθείς, κἂν διαρραγῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος.καὶ προστίθησιν
(Nr. 45) τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ 〈τὸ〉 κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον »ἐν τῷ θεῷ« τουτὶ πρότερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ’ ἡμᾶς τοῦ πλούτου »τῆς δόξης« καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί.
καὶ μετὰ ταῦτα πάλιν ἀνθρωπίνῃ κέχρηται εἰκόνι, τοῦτον γράφων τὸν τρόπον
(Nr. 52) τίς γὰρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων ἢ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμωρίαν λῦσαι, |