Contra Marcellum
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ταῦτ’ εἰπὼν Μάρκελλος καὶ τὸν υἱὸν δι’ αὐτῶν ἀπαρακαλύπτως ἀρνησάμενος, ἵνα ἡμᾶς ἀκριβῶς πείσῃ ὁποῖον εἶναι τὸν λόγον τοῦ θεοῦ ἐφρόνει, σαφέστερον ἐμφαίνει τὴν διάνοιαν τῷ ἡμετέρῳ λόγῳ ἀπεικάζων αὐτόν, δι’ ὧν ταῦτα γράφει
(Nr. 55) ὥσπερ γὰρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου ⟨γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου⟩ σημαίνεται. διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος Μωσῆς ἄγγελον ἐνταῦθα ὀνομάζει τὸν λόγον, ὅτι δι’ οὐδὲν ἕτερον ἐφάνη, ἀλλ’ ἵνα ἀναγγείλῃ τῷ Μωσεῖ ταῦτα ἅπερ λυσιτελεῖν τοῖς υἱοῖς Ἰσραὴλ ἠπίστατο· ἠπίστατο δὲ λυσιτελεῖν ἕνα θεὸν εἶναι νομίζειν. I
διὸ καὶ πρὸς αὐτὸν ἐγώ εἰμι ὁ ὢν « ἔφη, ἵνα μηδένα ἐκτὸς ἑαυτοῦ ἕτερον θεὸν εἶναι διδάξῃ. τοῦτο 〈δὲ〉 ῥάδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ’ ἡμᾶς παραδείγματος γνῶναι.
οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργεία.καὶ ἐπιδαψιλεύεται ἔτι μᾶλλον τὴν αὐτοῦ διάνοιαν ἐμφαίνων, δι’ ων ἑξῆς τάδε φησίν
(Nr. 53) οὐ γὰρ δὴ ἑτέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν τῇ αὐτοῦ διανοίᾳ ἑτοιμασίας.
ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου καὶ τῆς προσούσης τῷ λόγῳ σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρανοῦ κατασκευῆς τὸν θεόν, εἰκότως ἔφη » ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷς «.καὶ προστίθησιν αὖθις ἐξομοιῶν τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ θεοῦ, εἰς τὸ δεῖξαι αὐτὸν ἀνυπόστατον, γράφει δὲ οὕτως
(Nr. 56) ἐνταῦθα » ἐγώ εἰμι ὁ ὢν « λέγει μὲν τῷ Μωσεῖ ὁ πατήρ, λέχει δὲ δηλονότι διὰ τοῦ λόγου.