Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
διόπερ ὡς κέρας ἐπιγραφόμενος τὸν τῶν ὅλων θεὸν καὶ πατέρα αὑτοῦ μονόκερως καὶ ἐν ἑτέραις γραφαῖς ὠνομάσθη. ὁ δ’ αὐτὸς τοῦ θεοῦ λόγος τοῖς νοητοῖς καὶ λογικοῖς αὑτοῦ βέλεσι τὸν ἐχθρὸν καὶ ἀντικείμενον αὑτῷ διάβολον πάσας τε τἀς ἀμφ’ αὐτὸν ἀοράτους καὶ πονηρὰς δυνάμεις διὰ κρείττονος καὶ ἀκαταμάχου δυνάμεως ἤλαυνεν, εἰσέτι τε νῦν κυριεύει ἐθνῶν πολλῶν, ὧν τὰ [*](7 Ez. 38, 3. 13 Joseph. Ant. I. 6. 20 Col. 2, 9.)
ἀλλὰ καὶ κατακλιθεὶς αὐτὸς οὗτος ὁ ἐξ Ἰσραὴλ προελθὼν ἄνθρωπος, ὁ κατακυριεύσας ἐθνῶν πολλῶν, ἀνεπαύσατο, φησὶν, ὡς λέων, οὕτω δηλῶν ἣν ἐνεδέξατο οἰκονομίαν, καθ’ ἣν ὥσπερ τις βασιλικὸς καὶ θαρραλέος θὴρ ἀνεπαύσατο, μηδενὸς αὐτοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν μεταστήσασθαι δυναμένου, πάντες τε οἱ τὸν Χριστὸν εὐλογοῦντες, λόγῳ τε καὶ βίῳ σεμνύοντες τὴν ἀρετὴν τοὺ διδασκάλου, τὴς ἐκ θεοῦ μετειλήφασιν εὐλογίας, αὔξοντες ὁσημέραι καὶ πληθύνοντες, κατὰ τὸ “αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν,” ἀληθέστερον ἐπ’ αὐτῶν καὶ θεοπρεπέστερον τῆς θείας ἐκτελουμένης φωνῆς· ὡς ἔμπαλιν οἱ ἀπὸ πρώτης τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς εἰσέτι καὶ νῦν αὐτὸν ἐν τοῖς αὑτῶν συνεδρίοις ἀρώμενοι, τὴν ἐκ θεοῦ κατάραν ἐξ ἐκείνου καὶ εἰσέτι δεῦρο καθ’ ἑαυτῶν ἐπεσπάσαντο.
Διὸ καὶ τὴν ἐσχάτην οὐ μόνον τῆς βασιλείας, ἀλλὰ καὶ τοῦ πάλαι σεμνοτάτου αὐτῶν ἁγιάσματος ἐρημίαν τε καὶ φθορὰν οὐ παύονται πρὸ ὀφθαλμῶν ὁρῶντες. ἄξιον δὲ παραθεῖναι τοῖς μετὰ χεῖρας τὴν πρὸς τὸν Ἰούδαν τοῦ Ἰακὼβ προφητείαν, ἣν καὶ αὐτὴν ἐναργέστατα εἰς τὸν ἡμέτερον σωτῆρα ἐφαρμόζειν προπαρεστήσαμεν, συνιδεῖν τε τὴν ἐν ἑκατέροις συμφωνίαν.
ὡς γὰρ ἐνταῦθα εἴρηται “ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ” (δῆλον δ’ ὅτι τοῦ Ἰακώβ,) Οὕτω κἀκεῖ “ἐκ βλαστοῦ υἱέ μου ἀνέβης” εἰρητο ὑπ’ αὐτοῦ τοῦ Ἰακὼβ πρὸς τὸν προφητευόμενον.
Καὶ ὡς ἐπὶ τοῦ Παρόντος λέγεται τὸ “καὶ κυριεύσει ἐθνῶν πολλῶν” [*](12 Gen. 1, 28. 30 Gen. 49, 9.)
καὶ τὸ ‟σκύμνος λέοντος Ἰούδα” καὶ τὸ ‟ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν ἐν ἐκείνοις εἰρημένον οὐδέν μοι δοκεῖ διαφέρειν τῆς μετὰ χεῖρας λέξεως φασκούσης ‘κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἀναστήσει αὐτόν;” ταῦτα δὲ εἰκότως εἰς ταὐτὸν συνηγάγομεν, ἔν ὥσπερ ἐπὶ στόματος δύο μαρτύρων τῆς ἐν ταῖς προφητείαις συμφωνίας ἡ περὶ τοῦ σωτῆρος ἡμῶν ἀπόδειξις βεβαιοτέραν λάβοι τὴν κύρωσιν.