Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‟Φησὶ Βαλαὰμ υἱὸς Βεῶς, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, φησὶν ἀκούων λόγια ἰσχυροῦ ἰσχυροῦ, ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ, ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραὴλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡς παράδεισος ἐπὶ ποταμῶν, καὶ ὡσεὶ σκηναὶ, ἃς ἔπηξε κύριος, ὡσεὶ κέδροι παρ’ ὕδατα. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, [*](22 Num. 24, 3.)
Ἀνωτέρω διὰ τῆς προτεταγμένης προφητείας φήσας ὁ χρησμὸς τὸν κύριον ἥξειν εἰς Αἴγυπτον ἐδήλου τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν εἰς Αἴγυπτον αὐτῷ γενησομένην· ἐν τούτοις δὲ τὴν ἐπάνοδον ἑξῆς καὶ ἀκολούθως τὴν ἀπ’ Αἴγύπτου, ἣν ἅμα τοῖς γονεῦσιν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ἐποιήσατο, θεσπίζει λέγων ‘‘θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου.”
μόνος δὲ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ὁ ἐκ τοῦ σπέρματος Ἰσραὴλ καὶ τοῦ Ἰουδαίων ἔθνους προελθὼν, καὶ πολλῶν κατακυριεύσας ἐθνῶν, ὥστε ἀναμφιλόγως ὁμολογεῖσθαι πέρας ἔχειν ἐπ’ αὐτῷ καὶ τὴν παροῦσαν πρόρρησιν διαρρήδην ἐκφωνοῦσαν ὅτι δὴ ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐξελεύσεταί τις ἄνθρωπος καὶ κυριεύσει ἐθνῶν πολλῶν.
ἢ λεγέτω ὁ βουλόμενος εἰ ἔχοι ἄλλον συστῆσαι τῶν πώποτε παρ’ Ἑβραίοις ἐνδόξων πολλῶν ἐθνῶν ἄρξαντα· ἀλλ’ οὐκ ἂν εἴποι τις, ὅτι μηδὲ γέγονεν. ἐπὶ δέ γε τοῦ σωτῆρος ἡμῶν, κἂν ἡμεῖς μὴ λέγωμεν, αὐτή γε ἡ ἀλήθεια βοήσει καὶ μέγα κεκράξεται, ἄντικρυς παριστῶσα ὅπως ἡ ἔνθεος αὐτοῦ δύναμις διὰ τοὺ ἀναληφθέντος αὐτῷ ἐκ σπέρματος Ἰσραὴλ τοῦ κατὰ σάρκα ἀνθρώπου ἐκυρίευσε, καὶ εἰσέτι νῦν κυριεύει ἐθνῶν πολλῶν.
αὐτὸς
μέμνηται δὲ τοῦ Γὼγ καὶ ὁ προφήτης Ἰεζεκιὴλ ‟ἄρχοντα Ῥὼς καὶ Θοβὲλ” ὀνομάζων· διὰ μὲν τοῦ Ῥὼς τὴν Ῥωμαίων, ὡς ἔοικε, πόλιν αἰνιττόμενος, ἐπεὶ καὶ ἀρχὴ καὶ κεφαλὴ κατὰ τὴν Ἑβραίων φωνὴν διὰ τοῦ Ῥὼς δηλοῦται, διὰ δὲ τοῦ Μοσὁχ τὴν Μυσίαν καὶ τὰ πέριξ ταύτης ἔθνη, ὅσα νῦν οἰκεῖα Ῥωμαίων ἐστὶ, διὰ δὲ τοῦ Θοβὲλ τὴν Ἰβηρίαν ὁ Ἰώσηπος δηλοῖ, ἀπὸ τοῦ Θοβὲλ γεγονέναι φάσκων Θοβεήλους τοὺς Ἴβηρας· ὧν ἁπάντων ἄρχοντα τὸν Γὼγ ὑψωθήσεσθαί φησιν ἐπὶ τῆς τοῦ προφητευομένου Χριστοῦ παρουσίας, ὃν ὁ θεὸς ὡδήγησεν ἐξ Αἰγύπτου, ὅτε κατὰ τὸν Ματθαῖον ἐπιβουλεύοντος τοῦ Ἡρώδου παιδὶ ὄντι αὐτῷ χρηματισθεὶς τισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἐπανῆλθεν εἰς γῆν Ἰσραήλ. δόξα δὲ μονοκέρωτος αὐτῷ τῷ Χριστῷ παρῆν, διὰ τὸ ἐν αὐτῷ εὐδοκηκέναι κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν ἱερὸν ἀπόστολον.