Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τοῦτον δὴ οἦν αὐτὸν προϊὼν ἐξῆς ὁ λόγος ἄνθρωπον σωτῆρα ἀπεκάλεσε φήσας “καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς.” πάλιν γοῦν κἀνταυθα τὸ Ἑβραϊκὸν “καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αυτούς” ἔχει. ὧν οὕτως ἐναργῆ τὴν ἀπόδειξιν παρεχομένων ἡγοῦμαι καὶ τοὺς χρόνους σαφεῖς γεγονέναι, καθ’ οὓς τὰ τῆς εἰς ἀνθρώπους τοῦ κυρίου παρουςίας ἐθεσπίζετο.

Τοσαυτα διὰραχέων καὶ τὰ περὶ τῶν χρό

v.3.p.561
νῶν τῆς τοῦ κυρίου εἰς ἀνθρώπους ἐπιφανείας συνῆκται· πλείονα δ’ ἄν τις ἐπὶ σχολῆς εὕροι καὶ τὰς λοιπὰς ἐκπεριιὼν γραφάς· ἡμεῖς γε μὴν τοῖς εἰρημένοις ἀρκεσθέντες μέτιμεν ἤδη καὶ ἐπὶ τὰς λοιπὰς προφητείας. διὸ τὰ οἰκονομηθέντα ἐν ἀνφρώποις ἀκολούθως αὐτῷ ἐκ τῶν θείων προρρήσεων ἀναλεξόμεθα.