Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Καὶ ταῦτα προλαβόντες ἐκ μέρους διεσαφήσαμεν. εἰ μὲν οὖν μὴ τοὺς πατρῴους θεοὺς καταλιπόντες Αἰγύπτιοι καθ’ ἡμᾶς αὐτοὺς ὁρῶνται τὸν τῶν προφητῶν θεὸν ἐπικαλούμενοι, εἰ μὴ καθ’ ὅλης τῆς Αἰγύπτου κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ἀνεγήγερται θυσιαστήριον τῷ παρὰ μόνοις Ἑβραίοις θεολογουμένῳ θεῷ, εἰ μὴ σέσεισται τὰ χειροποίητα Αἰγύπτου, τῆς περὶ αὐτὰ δαιμονικῆς δυνάμεως ἐκλελοιπυίας, καὶ τῆς παλαιᾶς δεισιδαιμονίας ἐκ τῆς τόν Αἰγυπτίων ψυχῆς ἀρθείσης, καὶ ἔτι πρὸς τούτοις εἰ μὴ καθ’ ἑκάστην πόλιν καὶ καθ’ ἕκαστον οἶκον πόλεμος ἐμφύλιος τοῖς Αἰγυπτίοις συνίστατι, τῶν μὲν τὸν κύριον καὶ τὸ σέβας τοῦ θεοῦ τῶν προφητῶν ἀποδεξαμένων καὶ ἀποστραφέντων τὴν ἐξ αἰῶνος πολύθεον πλόνην, τῶν δὲ διὰ τὸ τοῖς πατρίοις ἔτι προστετηκέναι κακοῖς τοὺς τὸν κύριον παραδεξαμένους πολεμούντων, εἰ μὴ εἰσέτι καὶ δεῦρο ἐπερωτᾶν πειρώμενοι τοὺς ἑαυτῶν θεοὺς καὶ τὰ ἀγάλματα καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους ἀτελῆ καὶ ἄπρακτον τὴν ἐπὶ τάδε καταφυγὴν ποιοῦνται διὰ τὸ μηκέθ’ ὁμοίως ἐνεργεῖν δύνασθαι ὥσπερ τὸ πρὶν τοὺς δαίμονας, εἰ μὴ πάντα ταῦτα ἔργοις αὐτοῖς τέλος εἰληφότα δείκνυται, μή πώ μοι νομίζοιτο τὸ προφητικὸν πεπληρωσθαι λόγιον, μηδὲ τὸν θεσπιζόμενον κύριον ἐπιδεδημηκέναι τῷ βίῳ τῶν ἀνθρώπων.
εἰ δὲ αὐτοῖς ἔργοις κατὰ πολὺ τῶν λόγων ἐναργεστέροις εἰσέτι