Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
λύσει δὲ ὁ παρὼν λόγος τὴν ἐν τοῖς πρόσθεν νομιζομένην παρὰ Ἰουδαίοις περὶ τοῦ Σολομῶνος ἀμφιβολίαν. μετὰ πλεῖστον γοῦν τῆς τοῦ Σολομῶνας τελευτῆς χρόνον ταῦτα Ἠσαΐας περί τινος ἑτέρου προφητεύει, μέλλονος ἐκ ῥίζης Ἰεσσαὶ καὶ ἐκ σπέρματος Δαβὶδ ἀναφα- [*](2 Es. 11, 1.)
ὅτι δὲ οὐδ’ ἐφ’ ἕτερον ἢ ἐπὶ τὸν ἡμέτερον σωτῆρα τὸν Χριστὸν τοῦ θεοῦ ἀνάγεται τὰ δηλούμενα, ἐκ ῥίζης γενόμενον Δαβίδ τε καὶ Ἰεσσαὶ, οὐκ οἶμαί τινα ἀμφιβάλλειν, ἐπιστήσαντα τῇ τε ἐπαγγελίᾳ τῆς προρρήσεως φασκούσῃ “καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι,’ καὶ τοῖς ἐπὶ τοῦ σωτῆρος ἡμῶν δεικνυμένοις ἀποτελέσμασι.
μόνος γοῦν οὗτος μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, δι’ ἣν καὶ οἶμαι αὐτὸν ἀνιστάμενον ἐπικεκλῆσθαι, οὐ τοῦ Ἰουδαίων λαοῦ, ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἦρξεν, ὡς μὴ δεδεῆσθαι τὸ λόγιον ἑρμηνείας, σαφῶς προδήλου καθεστῶτος, ὅπως εἰς αὐτὸν τέλος εἴληφε μετὰ τῶν ἄλλων καὶ τὸ “ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.”
τὰ δ’ ὡς περὶ ζῴων καὶ θηρίων ἡμερουμένων καὶ τὸ ἄγριον ἦθος καὶ ἀτίθασον ἀποθησομένων ἐπὶ ·τῇ τοῦ προφητευομένου ἐπιδημίᾳ λεγόμενα ἀλληγοροῖτ᾿ ἂν ἐπὶ τρόπους ἀπηνεῖς καὶ ἀγρίους καὶ ἤθη ἀνδρῶν θηριώδη διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς ἀλογίας καὶ θηριωδίας μεταθησόμενα.
ἀλληγοροῖτο δ’ ἂν ταῦτα σαφῶς οὕτως, ἂν καὶ τὴν δηλουμένην διὰ τῆς προφητείας ῥίζαν Ἰεσσαὶ, καὶ τὴν ῥάβδον, καὶ τὸ ἄνθος τροπολογῶν τις ἔτι ἑρμηνεύσειε, καὶ ὡς ἂν ἐπινοηθείη δικαιοσύνῃ μὲν τὰς πλευρὰς ζωννύμενος, ἀληθείᾳ δὲ τὴν ὀσφὺν εἱλημένος.
ὡς γὰρ οὐ δυνατὸν ἑτέρως ταῦτα ἢ διὰ μόνης ἀλληγορικῆς ἀποδόσεως ἑρμηνεύειν, τὸν αὐτὸν τρόπον ἕπεται καὶ τὰ περὶ τῶν κατὰ τοὺς τόπους ὀνομαζομένων ζῴων χρῆναι δεῖν ἐκλαμβάνειν.
Ἀπὸ τοῦ Ἱερεμίου.
“ Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὐλ κατασκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτὸν κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπε κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἑτέροις, ἀλλὰ ἐργῶνται κυρίῳ τῷ θεῷ αὑτῶν, καὶ τὸν Δαβὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς.”
Μετὰ πλεῖστον τῆς τελευτῆς τοῦ Δαβὶδ, ἀλλὰ καὶ τοὺ Σολομῶνος χρόνον ταῦτα καὶ Ἱερεμίας περὶ τοῦ μέλλοντος ἐκ σπέρματος ἀναστήσεσθαι Δαβὶδ βασιλέως θεσπίζει, ὃν πρῶτον μὲν ἀνατολὴν καλεῖ, καὶ οὐχ ἁπλῶς, ἀλλὰ δικαίαν, ὡς ἂν ἐξ ἡλίου δικαιοσύνης συστησόμενον, περὶ οὗ διειλήφαμεν ἐν ταῖς περὶ τοῦ δευτέρου αἰτίου ἀποδείξεσιν, ἐν αἷς τὸν προόντα τοῦ θεοῦ λόγον μυρίαις κεχρημένον ἐπωνυμίαις καὶ ἥλιον δικαιοσύνης ὀνομάζεσθαι ἀπεδείκνυμεν, τὴν φάσκουσαν προφητείαν “τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης” παραθέμενοι.
ὥσπερ οὖν ἥλιον δικαιοσύνης, οὕτω καὶ ἀνατολὴν δικαίαν ὁ λόγος ἐπὶ τοῦ παρόντος ἀναστήσειν τῷ Δαβὶδ προφητεύει. τὸν αὐτὸν δὲ τοῦτον βασιλέα συνιέντα, καὶ ποιοῦντα κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς προαγορεύει. εἶτα καὶ ὁμωνύμως τὸν αὐτὸν [*](2 Jer. 23,6)
πρόσσχες γὰρ ἐπιμελῶς τῷ ἀνωτέρω μὲν καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, ἐπὶ τέλει δὲ ἐπιφερομένῳ τῷ ‘καὶ τὸν Δαβὶδ βασιλέα αὐτοῦ ἀναστήσω αὐτῷ.” τίνι δὲ αὐτῷ ἢ τῷ Δαβίδ; τούτῳ γὰρ ἔφησεν ἀναστήσειν τὴν ἀνατολὴν τὴν δικαίαν.
καὶ ὁ Ζαχαρίας δὲ περὶ τοὐ αὐτοῦ προφητεύων ὁμοίως ἀνατολὴν αὐτὸν καλεῖ λέγων “ ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ δικαιοσύνη.” καὶ πάλιν ‘‘καλέσω τὸν δοῦλόν μου ἀνατολήν.” ἀλλ’ οὐδείς γε μετὰ τοὺς Ἱερεμίου χρόνους, ἀλλ’ οὐδὲ μετὰ τοὺς τοῦ Ζαχαρίου, τοιοῦτος ἀνέστη τοῖς ἐκ περιτομῆς, ὡς ἀνατολὴ δικαία κληθῆναι, καὶ συνιεὶς βασιλεὺς καὶ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.
εἰ δὲ λέγοι τις διὰ τούτων Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ δηλοῦσθαι, λεκτέον ὅτι οὐ συνέστηκεν ὁ λόγος αὐτῷ. οὔτε γὰρ ἀπὸ γένους Δαβὶδ οὗτος ἢν οὔτε ὡς βασιλεὺς ἐβασίλευσεν.